Panarion (Adversus Haereses)
Epiphanius
Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.
ἄλλα δὲ ὅσα δεινὰ αὐτοὶς τετόλμηται. ὅταν γὰρ πάλιν ἐμμανεῖς ἐν ἑαυτοῖς γένωνται, φύραντες ἑαυτῶν τὰς χεῖρας τῇ ἑαυτῶν αἰσχρότητι τῆς άπορροίας ἐγείρονται καὶ τὰς ἑαυτῶν μεμολυσμένας ἔχοντες χεῖρας εὔχονται γυμνοὶ ὅλῳ τῷ σώματι, ὡς διὰ τῆς τοιαύτης ἐργασίας * εὑρίσκειν πρὸς θεὸν τὴν παρρησίαν.
τὰ σώματα δὲ αὐτῶν νύκτωρ τε καὶ μεθ' ἡμέραν τημελοῦσι, γυναικάρια καὶ ἀνθρωπάρια, μυριζόμενοι λουόμενοι θοιναζόμενοι, κοίταις τε καὶ μέθαις σχολάζοντες. καὶ καταρῶνται τὸν νηστεύοντα, λέγοντες, οὐ δεῖ νηστεύειν· τοῦ γὰρ ἄρχοντος τούτου τοῦ ποιήσαντος τὸν αἰῶνά ἐστιν ἡ νηστεία. δεῖ δὲ τρέφεσθαι εἰς τὸ τὰ σώματα εἶναι ἐσχυρά, εἰς τὸ δυνασθαι τὸν καρπὸν ἀποδιδόναι κατὰ καιρὸν αὐτοῦ.
6. Χρῶνται δὲ καὶ παλαιᾷ καὶ καινῇ διαθήκῃ, ἀπαγορεύουσι δὲ τὸν λαλήσαντα ἐν τῇ παλαιᾷ διαθήκῃ. καὶ ὅταν μὲν ῥῆμα εὕρωσί τι κατ' αὐτῶν δυνάμενον ἔχειν τὸν νοῦν, φασίν, ὅτι τοῦτο ἀπὸ τοῦ πνεύματος τοῦ κοσμικοῦ λελάληται·
ἐὰν δέ τις εἰς ὁμοίωσιν τῆς [*](13 τέλειον πάσχα, vgl. τελεία ἀγάπη in der zu S. 280, 22 ff ührten Hippolytstelle — 23 f vgl. Psal. 1, 3 n. unten S. 285 9 ff V M) [*](2 αισθοντες, ε V corr ἐσθίοντες M Ι προληABBREVφθῇ, μ ausradiert V Ι am Rande nachgetragen V corr 3 αὐτῶν] * 6 ἐκτρωθὲν am Rande nachgetragen V corr < M Ι ὑπέρι M 7 ἐμπαρμίξαντες M Ι πίπερι M 9 * * 10 οὕτω M 11 ἐνεπη|χθημεν, αι V corr 15 ff τῆς ἑαυτῶν αἰσχροτητος τῆ ἀπορροία aus τῆ ἑαυτῶν αἰσχρότητι τῆς ἀπορροίας hergestellt V corr 16 μεμολυμμένας M 16 f χεῖρας ἔχοντες V 18 * etwa > * δὲ] δι’ M 19 τημελοῦσι] τῆ μελλούσει M 22 τοῦ 2 < M)