Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

παρεισφέρουσι γὰρ οἱ ποιηταὶ τὸν Δία τὴν Μῆτιν θυγατέρα ἑαυτοῦ καταπιόντα. βρέφος δὲ οὐκ ἄν τις καταπίοι, ὡς καὶ ὁ ἅγιος Κλήμης καταγελῶν τῆς τῶν θεῶν τῶν Ἑλλήνων αἰσ- [*](2 Hebr. 13, 4 — 5 öm. 1, 26 — 7 öm. 1, 27 — 8 II Tim. 3, 1. 2. 4 — 10 ITim. 4, 2 — 13 vgl. oben c. 4, 6ff; S. 281, 7ff — 16 Psal. 73, 13. 14 — 20 vgl. Clement. Hom. V 23; S. 71, 2 Lagarde VI 21; S. 80, 4 — — S. 297, 2 vgl. Clement. Hom. IV 16; S. 60, 28 ff Lagarde Y M) [*](1 οὐ παρέργως ἐπιτρεπόμενος M 2 τὸν2] τὸ M Ι λέγοντος *] λέγει, ει aus ων Vcorr λέγων M 10 μᾶλλον ἤ φιλόθεοι zu φιλήδονοι am Rande nachgetragen V corr < M Ι ἀπέχεσθαι βρωμάτων zu γαμεῖν am Rande nachgetragen V corr < Μ I τὴν + ἰδίαν M 13 καὶ αὐτὴ] αὕτη u. < καὶ M 16 f τὴν κε- φαλὴν *] τὰς κεφαλὰς VM 17 nach τοῦ δράκοντος + σὺ συνέθλασας τὴν κεφα- λὴν τοῦ δράκοντος (wohl Glosse) M 21 <ἐπι>τελοῦντες *] τελοῦντες U < 22 κατέβαλον V; lies μετέλαβον? *)

297
χρουργίας εἶπεν ὅτι τὴν Μῆτιν καταπιὼν οὐχὶ τὸ βρέφος ἠδύνατο καταπιεῖν, ἀλλὰ τὴν γονὴν τὴν ἰδίαν * σημαίνων.

17. Τί δὲ ἕτερον εἴποιμι; ἢ πῶς ἀποσείσομαι τὸν πηλώδη τοῦτον πόνον, βουλόμενος μὲν εἰπεῖν καὶ μr̀ι βουλόμενος, ἀναγκαζόμενος δέ, ἴνα μὴ δόξω τι τῶν ὄντων παρακρύπτειν, καὶ φοβούμενος ἵνα μὴ ἀποκαλύπτων τὰ δεινὰ αὐτῶν ἢ χράνω ἢ πλήξω ἢ εἰς τὸ περιερ- γάσασθαι περὶ τούτου τοὺς ἀπαγομένους ἡδοναῖς καὶ ἐπιθυμίαις ἐπο- τρύνω.

ὅμως ἐγὼ μὲν ἀθῷος εἴην καὶ πᾶσα ἡ τῆς ἁγίας καθολικῆς ἐκκλησίας † ἐλπὶς καὶ πάντες οἱ τούτῳ τῷ γράμματι ἐντυγχάνοντες ἀπὸ τῆς τοιαύτης τοῦ διαβόλου ὑποσπορᾶς καὶ κακομηχανίαις·

ἐὰν γὰρ <ἀνα>λάβω λέγειν τὰ ἄλλα τὰ παρ' αὐτοῖς λεγόμενα καὶ γινόμενα ὅσα ἐστὶ τοιαῦτα καὶ τοσαῦτα, καὶ τούτων ἔτι μείζονα καὶ † ἐλάττω, θελήσω δὲ καὶ ὡς φάρμακον ἰάσεως ἀλεξητήριον ἀντιδότων δίκην πρὸς ἑκάστην λέξιν ἀντιθεῖναι, εἰς πολὺν ὄγκον ἐλάσω τῆς συντάξεως τὴν πραγματείαν.

ταύτῃ γὰρ τῇ αἱρέσει, ἐπιπόθητοι, καὶ αὐτὸς περιέτυχον, ἐκ στόματος δὲ τῶν ταύτην ἐπιχειρούντων φύσει αὐτὰ αὐτοπροσώπως ἐνηχήθην· γυναῖκες δὲ οὕτως ἠπατημέναι οὐ μόνον τὴν λαλιὰν ταύτην ἡμῖν προέτειναν καὶ τὰ τοιαῦτα ἡμῖν ἀπεκάλυψαν, ἀλλὰ καὶ κατὰ τὴν Αἰγυπτίαν ἐκείνην τὴν τοῦ ἀρχιμαγείρου τὴν ἀλετήριον καὶ μοχθηρὰν καὶ αὐται χρυσογλώττῳ τόλμῃ κατασπάσαι ἡμᾶς ἐν τῇ νέᾳ ἡμῶν ἡλικίᾳ ὀρεχθεῖσαι ἐπεχείρουν.