Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

ἀλλὰ καὶ ἐν τῇ πρὸς Τιμόθεον ἐπιστολῇ περὶ τούτων λέγει ὅτι ἐν ἐσχάταις ταις ἡμέραις ἐνστήσονται καιροὶ χαλεποί· ἔσονται γὰρ οἱ ἄνθρωποι φιλήδονοι«, καὶ πόλιν κωλυόντων γαμεῖν, κεκαυτηριασμένων τὴν συνείδησιν‘,

ὅτι τὸ μὲν γαμεῖν μετὰ σωφροσύνης καὶ τεκνογονεῖν κωλύουσι, καιόμενοι δέ εἰσι τῇ συνειδήσει, λαγνεύοντες μὲν καὶ φθειρόμενοι, κωλύοντες δὲ τεκνογονεῖν.

καὶ γὰρ καὶ αὐτὴ ἡ παρ’ αὐτοῖς λεγομένη θυσία, βορβορώδης τις οὖσα, ἤδη καὶ ἀπὸ τῶν ἀνέκαθεν διὰ τοῦ προφήτου ὑποδείκνυται οφεως οὖσα σὰρξ καὶ οὐχὶ τοῦ κυρίου μὴ γένοιτο), λέγοντος οὕτως ὅτι »σὺ συνέτριψας τὴν κεφαλὴν τοῦ δράκοντος καὶ ἔδωκας αὐτὸν βρῶμα λαοῖς τοῖς Αἰθίοψι«.

βρῶμα γὰρ ὡς ἀληθῶς ὄφεως ἡ τούτων μυσαρὰ θρῃσκεία καὶ Αἰθίοπες μεμελανωμένοι τῇ ἁμαρτίᾳ οἱ ταύτην τὴν τελετὴν τοῦ νῦν μὲν δαίμονος Διὸς πάλαι δὲ γόητος,

τοῦ παρά τισι θεοῦ μάτην νενομισμένου τελοῦντες. ἐκ γὰρ Ἑλληνικῶν μύθων πᾶσαι αἱ αἱρέσεις συνάξασαι ἑαυταῖς τὴν πλάνην μετέβαλον, μεταποιήσασαι εἰς ἄλλην διάνοιαν χείρονα.