Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

τέταρτον γὰρ ὑποτίθενται οὐρανὸν καὶ τρίτον, πέμπτον δὲ ἄλλον οὐρανόν, ἐν ᾧ φασιν εἶναι τὸν Ἐλωαῖον τὸν καὶ Ἀδωναῖον. ἐν δὲ τῷ ἕκτῳ φασὶν εἶναι οἱ μὲν τὸν Ἰαλδαβαώθ, οἱ δὲ τὸν Ἠλιλαῖον.

ἄλλον δὲ ἕβδομον οὐρανὸν ὑποτίθενται, ἐν ᾧ λέγουσιν εἶναι τὸν Σαβαώθ· ἄλλοι δὲ λέγουσιν οὐχί, ἀλλ' ὁ Ἰαλδαβαώθ ἐστιν ἐν τῷ ἑβδόμῳ.

ἐν δὲ τῷ ὀγδόῳ οὐρανῷ τὴν Βαρβηλὼ καλουμένην καὶ τὸν πατέρα τῶν ὅλων καὶ κύριον τὸν αὐτὸν αὐτοπάτορα καὶ Χριστὸν ἄλλον αὐτολόχευτον καὶ Χριστὸν τοῦτον τὸν κατελθόντα καὶ δείξαντα τοῖς ἀνθρώποις ταύτην τὴν γνῶσιν, ὂν καὶ Ἰησοῦν φασιν·

μὴ εἶναι δὲ αὐτὸν ἀπὸ Μαρίας Γεγεννημένον, ἀλλὰ διὰ Μαρίας δεδειγμένον. σάρκα δὲ αὐτὸν μὴ εἰληφέναι, ἀλλ' ἢ μόνον δόκησιν εἶναι.

φασὶ δὲ τὸν Σαβαὼθ οἱ μὲν ὄνου μορφὴν [*](τελευταῖον δὲ τὸν Ὡραῖον; etwas abweichend das Apokryphon Johannis S. 332 f — zu Σακλᾶς vgl. Apokryphon Johannis (C. Schmidt in der Philotesia ür P. Kleinert S. 332); über seine Rolle im Manichäismus Cumont, cosmog. manich. S. 73ff — Δαυίδης u. Ἠλιλαῖος vgl. Apokryphon Johannis (C. Schmidt ebenda S. 327) »das dritte Licht ist Daveithe . . ., das vierte Lieht aber ist Eleleth« (= Irenaeus haer. I 29, 3 ; I 223 Harvey tertio luminario, quem vocant David, . . . quarto, quem nominant Eleleth) u. Unbek. altgnost. Werk c. 20; S. 362, 15 Schmidt ἠληληθ, δαυειδε 9 vgl. Irenaeus adv. haer. I 30, 4; I 230 Harvey octavum matre hahente locum 130, 1f; I 227 Harvey generavit ex ea lumen incorruptibile, tertium masculum quem Christum vocant, filium primi et secundi hominis et spiritus sancti primae feminae, concumhentihus autem patre et filio feminae, quam et matrem viventium dicunt I 30, 12 ; 1 238 Harvey Sophiam . . . ante adaptasse Jesum, uti descendens Christus inveniat vas mundum. I 30, 14; I 240 Harvey Christo sedente ad dexteram patris Jaldabaoth . . . patre eins ignorante, sed ne vidente quidem eum — 15 zu ὄνου μορφὴ vgl. unten c. 12, 2; S. 291, 5ff u. Origenes c. Geis. VI 30; H 100, 19 ff εἶθ' ὁ μὲν Κἐλσος τὸν ἕβδομον ἔφασκεν ὄνου ἔχειν πρόσωπον καὶ ὀνομέζεσθαι αὐτὸν θαφαβαὼθ ἢ Ὀνοήλ· ἡμεῖς δ' ἐν τῷ διαγράμματι εὕρομεν ὅτι οὑτος καλεῖται Ὀαφαβαὼθ ἢ Θαρθαραώθ, ὀνοειδής τις τυγχάνων Apokryphon Johannis (C. Schmidt a. a. 0. S. 332) »der ziceite Eloaios mit « Anhang zum Buch Jeu S. 334, 9 Schmidt des Typhon . . , des βen gewaltigen Archonten, 003E; Esels<gesicht> V M) [*](4 δά////δην, υει ausradiert Vcorr 7 ἄλλον] ἄλλοι M 8 σα///βαὼθ, β ausradiert Vcorr Ι ἀλλὰ M 15 δοκήσει M)

288
ἔχειν, οἱ δὲ χοίρου· διόπερ ἐνετείλατο, φησί, τοῖς Ἰουδαίοις χοῖρον μὴ ἐσθίειν. εἷναι δὲ αὐτὸν ποιητὴν οὐρανοῦ καὶ γῆς καὶ τῶν μετ αὐτὸν οὐρανῶν καὶ ἀγγέλων τῶν ἑαυτοῦ.

τὴν δὲ ψυχὴν ἐν τῷ ἐξέρχεσθαι ἐντεῦθεν διαβαίνειν διὰ τῶν ἀρχόντων τούτων, μὴ δύνασθαι δὲ διαπερᾶσαι, εἰ μή τι ἄν <τις> τῆς γνώσεως ταύτης, μᾶλλον δὲ καταγνώσεως, ἐν πληρώματι γένηται καὶ ἐμφορηθεὶς διαδράσειε τῶν ἀρχόντων καὶ τῶν ἐξουσιῶν τὰς χεῖρας.

εἶναι δὲ δρακοντοειδῆ τὸν ἄρχοντα τὸν κατέχοντα τὸν κόσμον τοῦτον, καὶ καταπίνοντα μὲν τὰς ψυχὰς τὰς μὴ ἐν γνώσει ὑπαρχούσας καὶ διὰ τῆς κέρκου πάλιν ἐπιστρέφοντα εἰς τὸν κόσμον, ἐνταῦθα εἰς χοίρους καὶ εἰς ἄλλα ζῷα * καὶ πάλιν διὰ τῶν αὐτῶν ἀναφερομένας.

εἰ δέ τις, φησίν, ἐν τῇ γνώσει γένηται ταύτῃ καὶ συλλέξῃ ἑαυτὸν ἐκ τοῦ κόσμου διὰ τῶν ἐμμηνίων καὶ διὰ τῆς ῥύσεως τῆς ἐπιθυμίας, μηκέτι ἐνταῦθα κατέχεσθαι αὐτόν, ἀλλὰ ὑπερβαίνειν τοὺς προειρημένους ἄρχοντας.

ἔρχεσθαι δέ φασι παρὰ τὸν Σαβαὼθ καὶ πατεῖν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, ἀθυρογλώττως βλασφημοῦντες, καὶ οὕτως ὑπερβαί- νειν εἰς τὸ ἄνω μέρος, ὅπου ἡ μήτηρ τῶν ζώντων ἡ Βαρβηρὼ ἤτοι καὶ Βαρβηλώ, καὶ οὕτως τὴν Ψυχὴν σῴζεσθαι.

ἔχειν δὲ καὶ τρίχας ὡς γυναικὸς τὸν Σαβαὼθ λέγουσιν οἱ τάλανες, νομίζοντες τὸ ὄνομα τὸ Σαβαὼθ ἄρχοντά τινα εἶναι, οὐκ εἰδότες ὅτι ὅπου λέγει »τάδε λέγει κύριος Σαβαώθ‘, οὐκ ὄνομά τινος εἶπεν, ἀλλ' ὄνομα δοξολομίας τῆς θεότητος.

Σαβαὼθ γὰρ ἑρμηνεύεται ἀπὸ τῆς Ἑβραϊκῆς διαλέκτου κύριος τῶν δυνάμεων· ὅπου γὰρ ἐν τῇ παλαιᾷ διαθήκῃ τὸ Σαβαὼθ ἄνομά ἐστι γεγραμμένον, δύναμιν ὑποφαίνει, ὅθεν ὁ Ἀκύλας πανταχοῦ τὸ »Ἀδωναϊ Σαβαώθ‘ ἑρμηνείεν λέγων »κύριος στρατιῶν«.

οὑτοι δὲ κατὰ πάντα τρόπον ἐμμανέντες κατὰ τοῦ αὐτῶν δεσπότου τὸν μὴ ὄντα ζητοῦσι καὶ τὸν ὄντα ἀπολωλέκασι, μᾶλλον δὲ ἑαυτοὺς ἀπώλεσαν.