Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

11. Ἄλλα δὲ ὅσα * ἐν οἷς περικακεῖν ἐστι τὰ τῆς αὐτῶν μανίας λέγειν. τινὲς ἐξ αὐτῶν δῆθεν γυναιξὶ μὴ πλησιάζοντες ταῖς ἰδίαις αὐτῶν χεροὶν εαυτοὺς φθείρουσι, τὴν δὲ ἑαυτῶν φθορὰν λαμβάνουσιν [*](1 χοίρου μορφή vgl. Pistis Sophia c. 147; S. 251, 9 ämonen mit Schweinegesichtern — 3 vgl. Origenes c. Geis. VI 31; II 100, 28 ff ötschau V M) [*](5 τι] τις, ς angeflickt V corr | <τις> * 10 ἐπιστρέφοντας V 11 * * 12 συλλέξει V M 18 διὰ τῶν ῥύσεων τούτων V 14 lies χεσθαι? * ἀλλ’ M 15 φησι VM Ι ἄρχεσθαι M 18 καὶ1 < Μ 19 τὸν Σαβαὼθ] τὸν αὐτὸν V 21 f vor δοξολογίας + τῆς M 25 ἀδοναὶ M Ι Σαβαὼθ < M 29 *] φλυαροῦσιν U, nur Vermutung; richtiger wohl > * 30 τινὲς + δὲ V 31 αὐτῶν < M)

289
εἰς τὰς χεῖρας καὶ οὕτως ἐσθίουσι, χρώμενοι σεσυκοφαντημένῃ μαρτυρίᾳ,

τῷ αἱ χεῖρες αὑται ἐπήρκεσαν οὐ μόνον ἐμοί, ἀλλὰ καὶ τοῖς σὺν ἐμοί‘, καὶ πάλιν τῷ »ἐραζόμενοι ταῖς ἰδίαις χερσίν, ἴνα δυνηθῆτε καὶ τοῖς μὴ ἔχουσι μεταδοῦναι«·

ὡς καὶ περὶ τούτων οἶμαι ἐκινήθη τὸ ἅγιον πνεῦμα ἐν τῷ ἀποστόλῳ Ἰούδᾳ, λέγω δὴ ἐν τῇ ὑπ' αὐτοῦ γραφείσῃ καθολικῇ ἐπιστολῇ Ἰούδας δέ ἐστιν οὗτος ὁ ἀδελφὸς Ἰακώβου καὶ τοῦ κυρίου λεγόμενος)· ὑπέδειξε γὰρ αὐτοὺς τὸ ἅγιον πνεῦμα διὰ τῆς φωνῆς τοῦ Ἰούδα κατὰ τὰ κτήνη φθειρομένους καὶ φθείροντας, ὡς λέγει ὅτι ὅσα μὲν οὐκ οἴδασιν, ἀγνοοῦντες ἁλίσκονται, ὅσα δὲ οἴδασιν, ὡς τὰ ἄλογα ζῷα φθείρονται«.

κυνῶν γὰρ δίκην καὶ χοίρων τὴν ἀπ' αὐτῶν φθορὰν ἐπιτελοῦσιν· οἱ κύνες γὰρ καὶ οἱ χοῖροι, οὐ μὴν ἀλλὰ καὶ ἄλλα ζῷα οὕτως φθείρονται καὶ τὴν ἀπόρρυσιν τὴν ἀπὸ τῶν σωμάτων αὐτῶν ἐσθίουσι.

καὶ γὰρ καὶ ἀληθῶς ἐνυπνιαζόμενοι σάρκα μὲν μιαίνουσι, κυριότητα δὲ ἐθετοῦσι, δόξας δὲ βλασφημοῦσι. Μιχαὴλ δὲ ὁ ἀρχάγγελος διαλεγόμενος τῷ διαβόλῳ περὶ τοῦ Μωυσέως σώματος οὐκ ἤνεγκε λόγον βλασφη- μίας, ἀλλὰ εἶπεν, ἐπιτιμήσαι σοι κύριος.

οὑτοι δὲ ὅσα οὐκ οἴδασι φυσικῶς βλασφημοῦσιν‘, ὅτι τὰ ἅγια τῶν ἁγίων τὰ μετὰ ἁγιασμοῦ ὴμῖν παραδοθέντα βλασφημοῦσιν, εἰς αἰσχρότητα αὐτὰ μεταβαλλόμενοι.

καὶ ταῦτά ἐστιν ἅτινα κατὰ τῶν ἀποστόλων ἐτόλμησαν λέγειν, ὡς καὶ ὁ μακάριος Παῦλός φησιν »ὥστε τινὰς τολμᾶν > ἡμᾶς λέγειν ὅτι ποιήσωμεν τὰ κακά, ἴνα ἔλθῃ ἐφ' ἡμᾶς τὰ ἀγαθά, ὡν τὸ κρίμα ὲ́νδικόν ἐστι².

πόσας δὲ ἄλλας ἀγάγοιμι μαρτυρίας κατὰ τῶν βλασφήμων; οὗτοι γὰρ οἱ ταῖς ἰδίαις χερσὶ φθειρόμενοι, οὐ μόνον δέ, ἀλλὰ καὶ οἱ ταῖς γυναιξὶ πλησιάζοντες, λοιπὸν κόρον μὴ] λαβόντες τῆς μετὰ τῶν γυναικῶν πολυμιξίας εἰς ἀλλήλους ἐκκαίονται, ἄνδρες ἐν ἀνδράσι, κατὰ τὸ γεγραμμένον »τὴν ἀντιμισθίαν τῆς πλάνης έν [*](2 ff ähnliche Verdrehungen von Bibelworten bei den Nikolaiten Clemens AI. Strom. III 27, 3; II 208, 15ff ählin — 2 Act. 20, 34 — 3 Ephes. 4, 28 — 9 Judas 10 — 14 Judas 8ff — 21 öm. 8, 8; vgl. Clemens Alex, strom. III 39, 1 II 213, 30 ählin καὶ μή τι πρὸς τούτους ὁ ἀπόστολος ἐν τῇ πρὸς Ῥωμαίους ἐπιστολῇ ἐπιτεινόμενος γράφει· καὶ μὴ καθὼς βλασφημούμεθα κτἑ — 27 öm. 1, 27 V M) [*](2 τῷ Dind. Öh.] τὸ V M 3 τῷ Öh.] τὸ V < M Ι ἐργαζόμενος V Ι δύνηται V 5 λέγω δὴ hineingeflickt Vcorr < M 6 γραφείσῃ, είση auf Rasur Vcorr 7 τοῦ < V 11 ἀπ’ αὐτῶν] ἁπάντων M 13 καὶ2 < V 14 μὲν < V 17 ἀλλ’ Μ Ι ἐπιτιμήσαι, ε Vcorr Ι vor κύριος + ὁ Y 18 τὰ2 < M 19 αὐτὰ *] αὐτοὶ V < M 21 <βλασφημοῦντας> Jül. 22 ὅτι < V Ι ἐφ’ ἡμᾶς < M 25 27 ἀνδράσι, α statt ε Vcorr Ι ἐν2 < M)

290
ἑαυτοῖς ἀπολαμβάνοντες«. ἐξώλεις γὰρ οὗτοι γενόμενοι μακαρίζουσιν ἀλλήλοις, ὡς τὸ προκριτέον τάγμα ἀναδεξάμενοι.

ἀλλὰ καὶ ἀπατῶντες τὸ αὑτοῖς πειθόμενον γυναικεῖον γένος, τὸ σωρευόμενον ἁμαρτήμασι καὶ ἀγόμενον ἐπιρροίαις ποικίλαις‘, φάσκουσι ταῖς ἠπατημέναις παρ' αὐτῶν ὅτι ἡ δεῖνα παρθένος, ἡ τοσαῦτα ἔτη πεφθαρμένη καὶ φθεγγομένη καθ' ἑκάστην ἡμέραν. κόρον γὰρ οὐκ ἔχει παρ αὑτοῖς ἡ λαrνεία, ἀλλὰ ὅσον τις παρ' αὐτοῖς αἰσχρουργὸς ἄνθρωπος, τοσοῦτον παρ' αὑτοῖς ἐπαινετός.

ἐκείνας δέ φασιν παρθένους εἶναι, τὰς μηδέποτε ἐν κοσμικῇ μίξει γάμου κατὰ φύσιν τῆς συνηθείας γενομένας ἴως καταβολῆς σπέρματος, ἀλλὰ μιγνυμένας μὲν ἀεὶ καὶ πορνευούσας πρὸ δὲ τοῦ ἀπαρτηθῆναι τὴν ἡδονὴν ἀφιστώσας τὸν πονηροποιὸν αὐτῶν τῆς κοινωνίας φθορέα καὶ λαμβανούσας τὴν προειρημένην αἰσχρότητα εἰς ἐδωδήν,

ὡς κατὰ τὸ ὅμοιον <τῆς> τοῦ Σηλῶμ πρὸς τὴν Θάμαρ κακοτροπίας, * ἀλλὰ ἀπὸ παρθενίας τὴν τέχνην ταύτην ἐπανῃρημένας τοῦ φθείρεσθαι μέν, μὴ ὑποδέχεσθαι δὲ τῆς φθορᾶς τὴν μῖξιν καὶ τὴν ἀπόρροιαν.

βλασφημοῦσι δὲ οὐ μόνον τὸν Ἀβραὰμ καὶ τὸν Μωυσέα καὶ τὸν Ἠλίαν καὶ πάντα τὸν χορὸν τῶν προφητῶν, ἀλλὰ καὶ τὸν θεὸν τὸν ἐκλεξάμενον αὐτούς.