Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

»ἡμῖν δέ«, φησίν, »εἷς θεός«, δηλονότι τοῖς τὴν γνῶσιν τῆς ἀληθείας ἐπισταμένοις. καὶ οὐκ εἶπεν λεγόμενον θεόν, ἀλλὰ ὄντα θεόν· εἰ δὲ ἡμῖν εἷς θεός, οὐκέτι πολλοὶ θεοί.

καὶ ὁ κύριος έν τῷ εὐαγγελίῳ φησίν »ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν θεόν«, ἵνα ἀνατρέψῃ τὴν διάνοιαν τῶν τὰ μυθώδη λεγόντων καὶ νομιζόντων εἶναι πολυθεΐαν· εἷς γὰρ ἡμῶν ἐστιν ὁ θεός, πατὴρ καὶ υἱὸς καὶ ἅγιον πνεῦμα, τρεῖς ὑποστάσεις μία κυριότης μία θεότης μία δοξολογία, καὶ οὐ πολλοὶ θεοί.