Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

ἐκ δὲ τῆς Μήτρας προεβλήθησάν τινες τέσσαρες αἰῶνες, ἐκ δὲ τῶν τεσσάρων αἰώνων ἄλλοι δεκατέσσαρες, καὶ γέγονε δεξιά τε καὶ ἀριστερά, φῶς καὶ σκότος.

ὕστερον δὲ μετὰ πάντας τούτους προβεβλῆσθαί τινα αἰσχρὸν αἰῶνα, μεμίχθαι δὲ τοῦτον τῇ Μήτρᾳ τῇ ἄνω προδεδηλωμένῃ καὶ ἐκ τούτου τοῦ αἰῶνος τοῦ αἰσχροῦ καὶ τῆς Μήτρας γεγονέναι θεούς τε καὶ ἀγγέλους καὶ δαίμονας καὶ ἑπτὰ πνεύματα.

φωρατὴ δὲ τούτων ἡ τῆς πλάνης μιμολογία. ἀπ' ἀρχῆς γὰρ ἕνα πατέρα λέγοντες καὶ ὁριζόμενοι ὕστερον πολλοὺς θεοὺς ὑπέφηναν, εἰς τὸ δεῖξαι αὐτὴν τὴν πλάνην καθ’ ἑαυτῆς τὰ ὑπ’ αὐτῆς ψευδῆ λεγόμενα ὁπλίζειν ἑαυτὴν δὲ λύειν, τῆς ἀληθείας ἀεὶ * ἐκ παντὸς μέρους εὑρισκομένης.

6. Τί τοίνυν εἴπω πρὸς σέ, ὠ Νικόλαε; τί διαλεχθήσομαι; πόθεν, ὠ οὑτος, ἥκεις φέρων ὴμῖν αἰσχρὸν αἰῶνα καὶ ῥίζαν πονηρίας καὶ Μήτραν γεννητικὴν καὶ πολλοὺς θεοὺς καὶ δαίμονας;

ὁ γὰρ ἀπόστολος φήσας »εἴπερ εἰσὶ λεγόμενοι θεοί« οὐκ εἰναι τούτους ὺποφαίνει. ἐν τῷ γὰρ εἰπεῖν »λεγόμενοις« ἔδειξεν αὐτοὺς ἐν τῷ λέγεσθαι μόνον εἶναι, μὴ ὄντας τῇ ὑποστάσει ἀλλὰ διὰ τῆς τινῶν ὑπολήψεως.

»ἡμῖν δέ«, φησίν, »εἷς θεός«, δηλονότι τοῖς τὴν γνῶσιν τῆς ἀληθείας ἐπισταμένοις. καὶ οὐκ εἶπεν λεγόμενον θεόν, ἀλλὰ ὄντα θεόν· εἰ δὲ ἡμῖν εἷς θεός, οὐκέτι πολλοὶ θεοί.