Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

τὸν δὲ υἱὸν ταύτης κεκρατηκέναι τοῦ ἑβδόμου οὐρανοῦ ἐν θράσει τινὶ καὶ ἐν τυραννίδι, λέγειν δὲ τοῖς ὑποκάτω ὅτι »ἐγώ εἰμι, φησίν, ὁ πρῶτος καὶ ὁ μετὰ ταῦτα, καὶ πλὴν ἐμοῦ οὐκ ἔστιν ἕτερος θεός«.

τὴν δὲ Βαρβηλὼ ἀκηκοέναι τὸν λόγον τοῦτον καὶ κλαῦσαι. ταύτην δὲ ἀεὶ φαίνεσθαι τοῖς ἄρχουσιν ἐν εὐμορφίᾳ τινὶ καὶ ἀποσυλᾶν τὸ ἐξ αὐτῶν σπέρμα δι' ἡδονῆς καὶ ἐκχύσεως, ἵνα δῆθεν τὴν αὐτῆς δύναμιν τὴν εἰς διαφόρους σπαρεῖσαν αὖθις πάλιν ἀνακομίζῃ.

καὶ οὕτως ἐκ τοιαύτης ὑποθέσεως τὸ τῆς αὐτοῦ αἰσχρολογίας μυστήριον τῷ κόσμῳ ὑπεισήνεγκε. καί τινες ὡς ἔφην τῶν προειρημένων διὰ πολλῆς κακομηχανίας ἃ μὴ θέμις λέγειν πως ἐν πολυμιξίᾳ γυναικῶν καὶ ἐν αἰσχροποιίαις ἀνηκέστοις ἀναστρέφεσθαι ἐδίδαξαν, ὡς καί που ὁ ἁγιώτατος ἀπόστολός φησι »τὰ γὰρ κρυφῆ γινόμενα ὑπ’ αὐτῶν αἰσχρόν ἐστι καὶ λέγειν«.

3. τῷ δὲ βουλομένῳ ἰδεῖν τὴν ἀντίθετον ἐκ πνεύματος ἁγίου περὶ τῆς τούτου αἱρέσεως ἀνατροπὴν ἰστέον ἐστὶν ἀπὸ τῆς τοῦ ἁγίου Ἰωάννου ἀποκαλύψεως, ὡς γράφων μᾷ τῶν ἐκκλησιῶν ἐκ προσώπου κυρίου τουτέστιν τῷ ἐπισκόπῳ τῷ ἐκεῖσε κατασταθέντι σὺν τῇ δυνάμει τοῦ ὰγίου άγγέλου τοῦ ἐπὶ τοῦ θυσιαστηρίου φησίν »ἔχεις δέ τι καλόν, ὅτι μισεῖς τὰ ἔργα τῶν Νικολαϊτῶν ἃ κάγὼ μισῶ«.