Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

οὗτος δὲ αἰσχυνόμενος τὴν ἑαυτοῦ ἡτταν καὶ ὺφορώμενος φωραθῆναι ἐτόλμα λέγειν ὅτι], εἰ μή τις καθ’ ἑκάστην ἡμέραν λαγνεύῃ, ζωῆς μὴ δύνασθαι μετέχειν τῆς αἰωνίου.

ἐκ προφάσεως γὰρ εἰς πρόφασιν μετηνέχθη ἑτέραν. ὁρῶν γὰρ τὴν ἑαυτοῦ σύμβιον κάλλει μὲν διαπρέπουσαν ταπεινότητι δὲ φερομένην, ἐζηλοτύπησε ταύτην καὶ κατὰ τὴν ἰδίαν ἀσέλγειαν τοὺς ἄλλους εἶναι νομίσας τὰ πρῶτα μὲν ἐμπαροινῶν εἰς τὴν ἰδίαν γαμετὴν διετέλει καὶ διαβολάς τινας αύτῇ ἐπιφέρων διὰ λόγων, τὸ δὲ πέρας ἑαυτὸν κατέσπασεν οὐ μόνον εἰς τὴν χρῆσιν τῆς σαρκὸς τὴν κατὰ φύσιν τῶν ἀνθρώπων, ἀλλὰ καὶ εἰς βλάσφημον ὑπόνοιαν καὶ βλάβην κακοτροπίας καὶ πλάνην παρεισδύσεως πονηρίας.

2. Καὶ ἐντεῦθεν ἄρχονται οἱ τῆς ψευδωνύμου γνώσεως .* τῷ κόσμῳ ἐπιφύεσθαι κακῶς, φημὶ δὲ οἱ καλούμενοι Γνωστικοὶ καὶ Φιβιωνῖται καὶ οἱ τοῦ Ἐπιφάνους καλούμενοι, Στρατιωτικοί τε καὶ Λευιτικοὶ καὶ Βορβορῖται καὶ οἱ λοιποί. ἕκαστος γὰρ τούτων τὴν [*](λουθον γὰρ εἶναί φασι τὴν πρᾶξιν ταύτην ἐκείνῃ τῇ φωνῇ τῇ ὅτι παραχρήσασθαι τῇ σαρκὶ δεῖ, καὶ δὴ κατακολουθήσαντες τῷ <τε< γενομένῳ τῷ τε εἰρημένῳ καὶ ἀβασανίστως ἀνέδην ἐκπονεύουσιν οἱ τὴν αἵρεσιν αὐτοῦ μετιόντες. — Die von Clemens abweichende Auffassung des Epiph. erwähnt Stephanus Gobarus Photius bibl. 232; S. 291 b Bekker 3 f vgl. (ProY. 26, 11) n Petr. 2, 22 V M) [*](1 ὡς < V 2 καρτερεῖ M 5 ἐπινοεῖ M 6 * etwa <αἰσχύνεσθαι μετανοεῖν> *; Vcorr zieht den mit εἶτα beginnenden Satz mit dem zusammen: ᾡ μᾶλλον συνέφερενABBREV τοῦ ἰδίου σκοποῦ ἐκπεσόντι τῇ ἰδίᾳ συναφθῆ ναι ἀπεριέργως Ι vor σκοποῦ am Rand ἰδίου nachgetragen V corr 8 ὅτι] * 9 λαγνεύει, ει aus η V corr Ι δύναται V 15 τὴν 2 Ü] τῆς V M 18 * <ἀρχηγέται> * 19 οἱ καλούμενοι < V 20 καλουμένου M V Λευικοὶ M] der Name nur hier; sonst stehen (vgl. S. 21, 16 f 158 3 f 160, 3 f) die Σεκουνδιανοὶ oder die Σωκρατῖται oder die Κοδδιανοὶ an der entsprechenden Stelle. Trotzdem ist wohl nicht zu ändern. Die Bezeichnung als Λευιτικοὶ üpft an an die Λευῖται vgl. haer. 20,13; S. 292, 9 ff | καὶ Βορβορῖται < V | oï λοιποὶ] ἄλλοι πλείους V)

269
ἑαυτοῦ αἵρεσιν τοῖς πάθεσιν ἐαυτοῦ ἐπισπώμενος μυρίας ὁδοὺς ἔπενόησε κακίας.

τινὲς μὲν γὰρ αὐτῶν βαρβηλώ τινα δοξάζουσιν, ἣν ἄνω φάσκουσιν εἶναι ἐν ὀγδόῳ οὐρανῷ, καὶ ταύτην ἀπὸ τοῦ πατρὸς προβεβλῆσθαί φασιν· μητέρα δὲ αὐτὴν εἶναι οἱ μὲν τοῦ Ἰαλδαβαὼθ λέγουσιν, οἱ δὲ τοῦ Σαβαώθ.