Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

καὶ βούλονται τὴν σύστασιν τούτων ἀπὸ τῶν ὁμοίων ψήφων ποιεῖσθαι, ὡς προεῖπον, τοῦ Ἀβρασὰξ τῶν τριακοσίων ἑξήκοντα πέντε ἀριθμὸν ἔχοντος, δῆθεν δεικνύντες διὰ τοῦτο ἔχειν τὸν ἐνιαυτὸν τριακοσίων ἑξήκοντα πέντε ἡμερῶν ἀριθμὸν κατὰ περίοδον.

πέπτωκε δὲ αὐτοῦ ὁ ληρώδης λόγος. εὑρίσκεται γὰρ ὁ ἐνιαυτὸς τριακοσίων ἑξήκοντα πέντε ἡμερῶν καὶ ὡρῶν τριῶν.

εἶτα, ἐντεῦθεν, φησί, καὶ ὁ ἄνθρωπος ἔχει τιακόσια ἑξήκοντα πέντε μέλη, ὡς ἕκάστῃ τῶν δυνάμεων ἀπονέμεσθαι ἓν μέλος. ὅθεν καὶ ἐν τούτῳ πέπτωκεν αὐτοῦ ἡ ἐπινενοημένη καὶ νόθος διδασκαλία· ἐν γὰρ τῷ ἀνθρώπῳ ἐστὶ τݲξݲδݲ μέλη.

8. Θαυμαστῶς δὲ ὁ μακάριος Εἰρηναῖος ὁ τῶν ἀποστόλων διάδοχος, περὶ τούτου λεπτολογῶν διήλεγξε τούτου τὴν ἀβελτερίαν.

ἀνατραπήσεται γὰρ καὶ νῦν ἡ φλυαρία τοῦ ἄνωθεν καταβεβηκότος Βασιλείδου καὶ τὰ ἄνω σαφῶς κατοπτεύσαντος, μᾶλλον δὲ ἄνωθεν πεπτωκότος ἀπὸ τοῦ τῆς ἀληθείας σκοποῦ,

ὅτι εἰ οὗτος ὁ οὐρανὸς ὑπὸ τῶν κατ᾿ αὐτὸν ἀγγέλων γεγένηται, αὐτοὶ δὲ ὑπὸ τῶν ἀνωτέρω καὶ οἱ ἀνωτέρω ὑπὸ τῶν ἔτι ἀνωτέρω, ἄρ οὐν ἡ ἄνω Δύναμις, ἡ καὶ Ἀβρασὰξ καλουμένη, εὑρεθήσεται ἡ τὰ πάντα πεποιηκυῖα καὶ ἡ αἰτία τῶν ὄντων πάντων, καὶ οὐδὲν δίχα αὐτῆς [τι] γεγενῆσθαι εὑρεθήσεται,

ὁπότε αὐτὴ τὸ αἴτιον καὶ τὸ πρῶτον ἀρχέτυπον παρ᾿ αὐτῶν καταγγέλλεται, καὶ τὸ λεγόμενον παρ᾿ αὐτοῖς τοῦ κόσμου τούτου [*](14–16 vgl. Pistis Sophia c. 132; S. 224, 7 ff Schmidt — 19 vgl. Irenaeus adv. haer. II 35; Ι 383 Harvey — 21 f vgl. haer. 23, 4, 5; S. 252, 18ff) [*](V Μ) [*](5 μαθήμασι, μα u. μασι auf Rasur V corr μαθητικοῖς M | διαιρεῖ////, ν wegradiert V 7 οἱ oben hineingeflickt V 8 [πεπλανημένης] *, (doppelte Lesart) 11–12 ἀριθμὸν — πέντε < M 12 περιεπέπτωκε M 18 τݲξݲεݲ Μ 20 ἀβελτερίαν /////; ε2 auf Rasur u. hinter ίαν größere Rasur V corr ἀβέλτηρον ἀνδρείαν M; im Archetypus wohl doppelte Lesart ἀβελτηρίαν ἀδράνειαν 26 u. 27 ἡ vor τὰ πάντα u. vor αἰτία (Artikel beim Prädikat) ist nicht zu tilgen; vgl. sofort Ζ. 28 27 [τι] *)

265
ὑστέρημα ὑπό τινος ἑτέρου μὴ γεγενῆσθαι, ἀλλ' ἀπὸ τῆς πρώτης ἀρχῆς καὶ αἰτίας τῶν μετέπειτα γεγονότων.