Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

κρύπτει γὰρ ἑαυτοῦ τὴν ἀδικίαν ἀπὸ τῶν νοῦν ἐχόντων, ἀποκαλύπτει δὲ τῇ ἑαυτοῦ φατρίᾳ καὶ τοῖς ὑπ' αὐτοῦ ἠπατημένοις. ἐπειδὴ γὰρ ἀληθῶς τὰ παρ’ αὐτοῖς λεγόμενα καὶ γινόμενα »αἰσχρόν ἐστι καὶ λέγειν«, λέγει ὅτι »ἐνώπιον τῶν ἀνθρώπων‘ δεῖ ὁμολογεῖν τὴν ἀλήθειαν· »ἡμεῖς γάρ ἐσμεν οἶ ἄνθρωποι, οἱ δὲ ἄλλοι ὕες καὶ κύνες«, ὡς προεῖπον.

φάσκει δὲ ὅλως περὶ πατρὸς τοῦ ἑαυτοῦ μυστηρίου μηδενὶ <δεῖν> ἀποκαλύπτειν, ἀλλὰ σιγῇ ἔχειν ἐν ἑνὶ δὲ ἀπὸ χιλίων ἀποκαλύπτειν καὶ δυσὶν ἀπὸ μυρίων, καὶ ὑποτίθεται τοῖς αὐτοῦ μαθηταῖς λέγων ὅτι »σὺ πάντας γίνωσκε, σὲ δὲ μηδεὶς γινωσκέτω«.