Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

5. Φωραθήσεται δὲ οὗτος διαβολικὴν δύναμιν εἰσηγούμενος κατὰ τῶν ψυχῶν, ἀπαρνησιθεΐαν αὐτὰς ἐκδιδάσκων, ὁπότε αὐτὸς ὁ κύριός φησι »τὸν ἀρνούμενόν με ἐνώπιον τῶν ἀνθρώπων ἀρνήσομαι ἐνώπιον τοῦ πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς‘.

ἀλλά φησιν ὁ ἀγύρτης· »ἡμεῖς, φησίν, ἐσμὲν οἱ ἄνθρωποι, οἱ δὲ ἄλλοι πάντες ὕες καὶ κύνες. καὶ διὰ τοῦτο εἶπεν· μὴ βάλητε τοὺς μαργαρίτας ἔμπροσθεν τῶν χοίρων μηδὲ δῶτε τὸ ἅγιον τοῖς κυσίν«.