Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

Καὶ ταῦτά μοι περὶ ταύτης τῆς αἱρέσεως καὶ τοῦ μύθου τούτου εἰρήσθω· ἐντεῦθεν δὲ ἐξ' ἑτέραν αἵρεσιν βαδιοῦμαι.

τίνι γὰρ οὐ φωρατὴ ἔσται ἡ τοιαύτη αἵρεσις μῦθός τις οὖσα καὶ ὡσεὶ κεράστου τρόπον ἐν ἄμμῳ κεχωσμένη, διὰ δὲ τοῦ κέρατος ἐν ἀέρι προκύπτουσα καὶ τὸν ὄλεθρον τοῖς περιτυγχάνουσιν αὐτῇ ἐργαζομένη;

ἀλλὰ καὶ »τὸ κέρας τῶν ἁμαρτωλῶν ὁ κύριος συνέτριψεν, τὸ δὲ κέρας τοῦ δικαίου μόνον ὑψωθήσεται«, ὅπερ ἐστὶ πίστις ἀληθεςίας.

διὸ καὶ τοῦτον συντρίψαντες τῇ τῆς ἀληθείας διδασκαλίᾳ ἐπὶ τὰς μετέπειτα διέλθωμεν, θεὸν βοηθὸν ἐπικαλούμενοι, ᾡ ἡ δόξα καὶ ἡ τιμὴ καὶ ἡ προσκύνησις εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν.

Νικόλαος γέγονεν εἷς ἀπὸ τῶν ἑπτὰ διακόνων τῶν ἐκλελεγμένων ὑπὸ τῶν ἀποστόλων ἅμα Στεφάνῳ τῷ ἁγίῳ καὶ πρωτομάρτυρι καὶ Προχόρῳ καὶ Παρμενᾷ καὶ τοῖς ἄλλοις.