Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

Βασιλείδης μὲν οὖν, καθὰ ἄων προδεδήλωται, ἐν τῇ τῶν Αἰγυπτίων χώρᾳ στειλάμενος τὴν πορείαν ἐκεῖσε τὰς διατριβὰς ἐποιεῖτο, εἶτα ἔρχεται εἰς τὰ μέρη τοῦ Προσωπίτου καὶ Ἀθριβίτου, οὐ μὴν ἀλλὰ καὶ περὶ τὸν Σαΐτην καὶ Ἀλεξάνδρειαν] καὶ Ἀλεξανδρειοπολίτην χῶρον ἤτοι νομόν. (νομὸν γὰρ οἱ Αἰγύπτιοί φασι τὴν ἑκάστης πόλεως περιοικίδα ἤτοι περίχωρον.

εὕροις δ' ἄν, ὦ φιλολόγε, καὶ τοῦτο εἰς σαυτοῦ ὠφέλειαν πρὸς φιλομάθειαν καὶ σαφήνειαν, εἰς εὐσεβῆ σύστασιν καὶ φράσιν τῶν ἐν τῇ θείᾳ γραφῇ κειμένων, τῶν εἰς ἀπορίαν τινὰς ἐμβαλλόντων δι' ἀπειρίαν.

ὅπου γὰρ ἐν τῷ ὰγίῳ προφήτῃ Ἠσαΐᾳ εὔροις γεγραμμένον περὶ νομῶν πόλεων Αἰγυπτιακῶν οἷον Τάνεως ἢ Μέμφεως ἢ νομοῦ τῆς Βουβάστου, τὴν περίμετρον τῆς τυχούσης πόλεως σημαίνει. καὶ τοῦτο φιλομαθείας ἕνεκεν ἑρμηνευέσθω).