Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

6. Περὶ δὲ τῶν κατὰ τῶν θεοῦ προφητειῶν ὑπ' αὐτοῦ σεσυκοφαντημένων ὑπονοιῶν, ὡς μὴ εἶναι αὐτὰς ἐκ θεοῦ, μυρία ἔστιν εἰπεῖν, ὡς αὐτὸς λέγει ὁ μονογενής, † ἐξ ὡν τὸν κόσμον ἑαυτοῦ εὐαγγελιζόμενος λέγει, πρῶτον μὲν ὅτι »Ἀβραὰμ ὁ πατὴρ ἡμῶν ἐπεθύμησεν ἰδεῖν τὴν ἡμέραν μου, καὶ εἶδεν καὶ ἐχάρη«, καὶ πάλιν φησίν »εἰ ἐπιστεύετε Μωυσῇ, ἐπιστεύετε ἂν ἐμοί· ἐκεῖνος γὰρ περὶ ἐμοῦ ἐγραψεν«.

τίς δὲ τῶν εύ φρονούντων καὶ σύνεσιν ἀπὸ θεοῦ κεκτημένων οὐκ ἐλέγξειε τὸν ἀπατεῶνα Σατορνῖλον, γινώσκων ἐν δόξῃ ἀποκαλυφθέντα τὸν σωτῆρα εἰς παράστασιν ἀληθείας ἄλλως τὴν ἐαυτοῦ δόξαν μὴ ὑποδείξαντα ἀλλὰ ἢ ἀνὰ μέσον Ἠλίου καὶ Μωυσέως τῶν καὶ αὐτῶν ἐν δόξῃ ἰδίᾳ μετ’ αὐτοῦ ὀφθέντων;

ἄλλα δὲ ὅσα τοιαῦτά ἐστιν ἃ ὑπ’ αὐτοῦ τοῦ κυρίου καὶ ἐν πάσῃ τῇ καινῇ διαθήκῃ [*](D 21) [*](1 ff Matth. 19, 3 f — 4 Matth. 19. –6 Matth. 19, 6 — 11 Hebr. 13, 4 — 13 T Tim. 5, 11 — 14 T Tim. 5, 14 — 20 Joh. 8. 56 — 21 Joh. 5, 40 — 24 f vgl. Matth. 17, 3 V M) [*](1 τὴν < M | γυναῖκα + αὐτοῦ Μ 2 ὅτε *] ὅτι V Μ 4 πατέρα + αὐτοῦ M 6 ὃ + οὖν Μ 10 φησίν < Μ 11 εἶτα] καὶ πάλιν V Ι ὁ γάμος + ἐν πᾶσι 13 νεωτέρας + δὲ Μ 14 τοῦ nachgetrageH Vcorr 15 ἀνυπέρβατον) ὑπὲρ τοῦ γάμου aus ἀνυπέρβατον V corr 17 κατὰ τῶν θεοῦ προφητειῶν *] κατὰ τὰς θεοῦπροφητείας V M 19 + ἐξ ὧν] lies wohl ὅπου * 20 πρῶτον μὲν μὲν wohl vor † ἐξ ὡν * Ι ἐπεθύμησεν] auf Rasur ἠγαλλιάσατο V corr 22 Μωυσεῖ Μ 23 ὑπὸ Μ 26 Ἠλία V)

255
λεγόμενα τὴν σύστασιν ποιεῖται νόμου τε καὶ προφητῶν καὶ πάσης παλαιᾶς διαθήκης πρὸς τὴν καινὴν διαθήκην, ὅτι ἑνὸς θεοῦ εἰσιν ἀμφότεραι, ὡς λέγει »ἐλεύσονται καὶ ἀνακλιθήσονται ἐν κόλποις Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν καὶ ἀναπαύσονται ἀπὸ ἀνατολῶν καὶ δυσμῶν« καὶ τὰ ἑξῆς,

πάλιν δὲ τὸ ἐκ προσώπου Δαυὶδ περὶ αὐτοῦ προφητευόμενον, τό »εἰπεν ὁ κύριος τῷ κυρίῳ μου, κάθου ἐκ δεξιῶν μου« καὶ πάλιν <τὸ> παρ’ αὐτοῦ μενον τοῖς Φαρισαίοις »οὐδέποτε ἀνέγνωτε, λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες;«

καὶ ὡς ὁ Λουκᾶς διαβεβαιοῦται αὐτὸν τὸν σωτῆρα μετὰ τὸ άναστῆναι ἐκ τῶν νεκρῶν ὠφθαι κατὰ τὴν ὸδὸν τοῖς περὶ τὸν Ναθαναὴλ καὶ τὸν Κλεόπαν καὶ τούτους νενουθετηκέναι ἀπὸ τῶν ψαλμῶν καὶ ἀπὸ τῶν προφητῶν »ὅτι οὕτως ἔδει παθεῖν τὸν Χριστὸν καὶ ἀναστῆναι ἐκ νεκρῶν τῇ τρίτῃ ὴμέρᾳ«. καὶ οὐδὲν ἔστιν ὅλως διαφωνοῦν ἀνὰ μέσον τῆς τοῦ Χριστοῦ ἐνσάρκου παρουσίας πρὸς τὰς τῶν προφητῶν προφητείας.