Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

οὐ μόνον δὲ συγκαλεῖν εἴποιμι τὸν υἱόν, ἀλλὰ καὶ τὸ ἅγιον πνεῦμα. »τῷ γὰρ λόγῳ κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν«.

εἴτε δὲ βουληθείη εἴτε καὶ μὴ βουληθείη (φημὶ δὲ ὁ Σατορνῖλος ὁ τῆς αἱρέσεως ταύτης ἀρχηγός), ἀναγκασθήσεται ἐξ ἅπαντος ἕνα τὸν θεὸν ὁμολογεῖν, θεὸν καὶ κύριον, τοῦ σύμπαντος ὄντα κτιστήν τε καὶ δημιουργόν, ἅμα τε καὶ τοῦ ἀνθρώπου.

αἰσχυνθήσεται δὲ κατὰ πάντα τρόπον ὡς συκοφάντης καὶ εἰς τὸν περὶ προφητῶν λόγον καὶ εἰς τὴν κατὰ τοῦ σεμνοῦ γάμου φαύλην κατηγορίαν. αὐτὸς γὰρ ό κύριος ἡμῶν Ἰησοῦς Χριστὸς διαρρήδην ἐκφωνεῖ ἐν τῷ εὐαγγελίῳ καὶ λέγει συνῳδὰ τῷ προφήτῃ ὅτι »ὁ λαλῶν ἐν τοῖς προφήταις, ἰδοὺ πάρειμι« καὶ πάλιν »ὁ πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι«.

ἵνα δὲ δείξῆ τί ἐργάζεται ὁ αὐτοῦ πατὴρ καὶ αὐτός, [*](9f Gen. 1, 26 — 13 vgl. Ancoratus c. 15, 7; S. 24, 4ff u. c. 27, 4; S. 37, 11ff — 17 Psal. 32, 6 — 26 Agraphon, vgl. Resch2 S. 207; bei τῷ πρΟφήτῃ ist Jes. 52, 6 gemeint — 27 Job. 5, 17) [*](V Μ) [*](1f τὸ ἔργον ἐντελέστερον Μ 4 ὥστ᾿ οὖν V 5 <δεῖν> * 8 οὐχ, von erster Hand aus οὐκ V 9 τι γἐγονεν hineingeflickt V corr < M 11 μόνον hineingeflickt V corr 12 ἑαυτοῦ V 13 αὐτὸ τὸ U] τὸ αὐτὸ V M 14f ὁμολογίαν] ἀπολογίαν Μ 16 δὲ < Μ 20 ὁ1] ὅσα M 21 τὸν < Μ | θεὸν2 < Μ 22f αἰσχυνθήσεται] ἐλεγχθήσεται? * 23 ὡς] ὁ Μ 26 συνῳδὰ + καὶ Μ ausradiert V corr 27 μου < V 28 //// αὐτοῦ ὁ πατὴρ, ὁ ausradiert V corr | vor αὐτός + ὁ Μ)

254
άπεφήνατο λέγων τοῖς ἐρωτήσασιν αὐτὸν εἰ χρὴ ἀπολύειν τὴν γυναῖκα κατὰ πᾶσαν αἰτίαν »πῶς γέγραπται; ὅτε ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον, ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς« καὶ πάλιν μεθ’ ἕτερα ὄτι »ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα καὶ τὴν μητέρα αύτοῦ κοὶ προσκολληθήσεται τῇ γυναικὶ αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν«, καὶ εὐθὺς προσεθηκε λέγων »ὃ ὁ θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω«· ὡς ἐξ ἅπαντος τὸν σωτῆρα διδάσκειν τὸν ποιητὴν τῶν ἀνθρώπων θεὸν εἶναι τῶν πάντων, αὐτοῦ δὲ πατέρα.

καὶ ὅτι ὁ γάμος οὐκ ἐκ τοῦ Σατανᾶ, ἀλλ’ ἐκ τοῦ θεοῦ τυγχάνει, πρῶτον μὲν ὁ κύριος λέγει· »ὃ ὁ θεός‘ φησίν »συνέχευξεν, ἄνθρωπος μὴ χωριζέτω«· εἶτα ὁ ἅγιος ἀπόστολος »τίμιος ὁ γάμος καὶ ἡ κοίτη αμίαντος«. ταῖς δὲ φύσει χηρευσάσαις ὡσαύτως παραγγέλλει, λέγων διὰ Τιμοθέου »νεωτέρας χήρας παραιτοῦ· μετὰ γὰρ τὸ καταστρηνιάσαι τοῦ Χριστοῦ γαμεῖν θέλουσι«, καὶ μεθ’ ἕδτερα »γαμειτωσαν τεκνογονείτωσαν οἰκοδεσποτείτωσαν«, ἀνυπέρβατον νόμον τιθέμενος, ἐκ Μ’ ὄντα καὶ κατὰ σεμνότητα ἀνθρώποις κεχαρισμένον.