Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

καὶ ὅτι ὁ γάμος οὐκ ἐκ τοῦ Σατανᾶ, ἀλλ’ ἐκ τοῦ θεοῦ τυγχάνει, πρῶτον μὲν ὁ κύριος λέγει· »ὃ ὁ θεός‘ φησίν »συνέχευξεν, ἄνθρωπος μὴ χωριζέτω«· εἶτα ὁ ἅγιος ἀπόστολος »τίμιος ὁ γάμος καὶ ἡ κοίτη αμίαντος«. ταῖς δὲ φύσει χηρευσάσαις ὡσαύτως παραγγέλλει, λέγων διὰ Τιμοθέου »νεωτέρας χήρας παραιτοῦ· μετὰ γὰρ τὸ καταστρηνιάσαι τοῦ Χριστοῦ γαμεῖν θέλουσι«, καὶ μεθ’ ἕδτερα »γαμειτωσαν τεκνογονείτωσαν οἰκοδεσποτείτωσαν«, ἀνυπέρβατον νόμον τιθέμενος, ἐκ Μ’ ὄντα καὶ κατὰ σεμνότητα ἀνθρώποις κεχαρισμένον.

6. Περὶ δὲ τῶν κατὰ τῶν θεοῦ προφητειῶν ὑπ' αὐτοῦ σεσυκοφαντημένων ὑπονοιῶν, ὡς μὴ εἶναι αὐτὰς ἐκ θεοῦ, μυρία ἔστιν εἰπεῖν, ὡς αὐτὸς λέγει ὁ μονογενής, † ἐξ ὡν τὸν κόσμον ἑαυτοῦ εὐαγγελιζόμενος λέγει, πρῶτον μὲν ὅτι »Ἀβραὰμ ὁ πατὴρ ἡμῶν ἐπεθύμησεν ἰδεῖν τὴν ἡμέραν μου, καὶ εἶδεν καὶ ἐχάρη«, καὶ πάλιν φησίν »εἰ ἐπιστεύετε Μωυσῇ, ἐπιστεύετε ἂν ἐμοί· ἐκεῖνος γὰρ περὶ ἐμοῦ ἐγραψεν«.

τίς δὲ τῶν εύ φρονούντων καὶ σύνεσιν ἀπὸ θεοῦ κεκτημένων οὐκ ἐλέγξειε τὸν ἀπατεῶνα Σατορνῖλον, γινώσκων ἐν δόξῃ ἀποκαλυφθέντα τὸν σωτῆρα εἰς παράστασιν ἀληθείας ἄλλως τὴν ἐαυτοῦ δόξαν μὴ ὑποδείξαντα ἀλλὰ ἢ ἀνὰ μέσον Ἠλίου καὶ Μωυσέως τῶν καὶ αὐτῶν ἐν δόξῃ ἰδίᾳ μετ’ αὐτοῦ ὀφθέντων;