Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

7. Καὶ ταῦτά μοι ἐν ἐπιτομῇ πρὸς τὴν τούτου αἵρεσιν εἰρημένα ἀρκέσει τοῖς ἐντυγχάνουσιν εἰς πρόφασιν ἀληθείας τε καὶ ἰάσεως καὶ εἰς ἔλεγχον τῶν διὰ τῆς τοιαύτης θηριώδους φθορᾶς πειρωμένων ἀδικεῖν τοὺς ἀγνοοῦντας.

ὑπερβήσομαι δὲ καὶ ἐφ᾿ ἑτέρας πάλιν βαδιοῦμαι αἱρέσεως ἔλεγχον, τούτου τὴν ἰοβολίαν ἱκανῶς συντρίψας. ἔστιν γὰρ ἐν αὐτῷ μεταβολὴ καὶ ἐνδοιασμός, πλάνου μὲν ὄντος αὐτοῦ μορφὴν δὲ ὀνόματος Χριστοῦ ἐνδυσαμένου, ὡς ἡ τῶν ἐκτρωμάτων ἑρπετώδης ἐξ οὐρίων ᾠῶν ἀσπίδων κυϊσκομένη φθορὰ καὶ ἄλλων ἐχιδνῶν, ὥς φησιν ὁ προφήτης »ᾠὰ ἀσπίδων ἔρρηξαν,

καὶ ὁ μέλλων τῶν ᾠῶν αὐτῶν φαγεῖν ηὺρεν οϋριον καὶ ἐν αὐτῷ βασιλίσκον«. ἀλλὰ τῇ δυνάμει ὡς ἔφην τοῦ Χριστοῦ τοῦτον παίσαντες διὰ τῶν τῆς ἀληθείας λόγων καὶ τὴν αὐτοῦ λύμην ἀφανίσαντες ἐπὶ τὰς ἑξῆς ἴωμεν, ἀγαπητοί.

[*](2 f vgl. oben S. 240, ff u. beachte τὰς ἀγγελικάς μου δυνάμεις — 7 Gen. 1, 1 — 10 Matth. 11, 25 Luk. 10, 21 — 13 vgl. S. 243, 10 f — 25 Jes, 59, 5)[*](V Μ)[*](6 πάντῃ *] παντὶ V M | εὐθὺς ἐλεγκτὸς Μ 8 vor φησὶν + <ὡς> ? * 10 θεὸν καὶ < Μ 11–13 καὶ γῆς — Σίμωνι < Μ 14 f παραλαλῶν] παράλλων Μ 15 εἰσγήσατο *, nach gewöhnlicher Wendung] ἐξηγήσατο V M 15—17 ἐνεποίησε — εἰρημένα < M 20 ὑπερβήσο///μαι, ο aus ω V corr 21 τούτου — συντρίψας nachgetragen Vcorr < M 22 ἑ///αυτῶ aus έν αὐτῶ V corr | ἐνδυασμὸς V 23 ἐνδυσάμενος M | ὡς ἡ] ὡσεὶ M 29 Unterschrift κατὰ Σίμωνος V)
246

Ταῦτα καθεξῆς συνέπεται Μένανδρός τις, ὃς ἀπὸ Σαμαρειτῶν ὁρμώμενος ἐγένετο μαθητεύων τούτῳ τῷ Σίμωνι ἐν χρόνῳ τινί. ὁμοίως δὲ ἔλεγεν καὶ αὐτὸς τὸν κόσμον γεγονέναι ὑπὸ ἀγγέλων, ἑαυτὸν δὲ ἔλεγεν ἄνωθεν δύναμιν θεοῦ καταπεπέμφθαι.

μείζονα δὲ κυβείαν οὗτος ὑπὲρ τὸν πρότερον ἐργασάμενος πρὸς ἀπάτην τῶν ἀνθρώπων ἔλεγεν ἑαυτὸν πεπέμφθαι εἰς σωτηρίαν, δῆθεν εἰς τὸ συναγαγεῖν τινὰς εἰς τὸ ἑαυτοῦ μυστήριον διὰ τὸ μὴ ὑπὸ τῶν τὸν κόσμον πεποιηκότων ἀγγέλων καὶ άρχῶν καὶ ἐξουσιῶν κατακυριευθῆναι.

ὅμοια δὲ τῷ ἑαυτοῦ διδασκάλῳ τὰ πάντα συνυφαίνων καὶ γοητείαις καὶ ταῖς ἄλλαις μαγγανείαις * οὖ διέλειπεν, οὐδὲν δὲ διήλλαττε τῇ δικασκαλίᾳ ἀλλ' ἢ μόνον ὅτι ἑαυτὸν ἔλεγε μείζονα μᾶλλον ἢ τὸν πρὸ αὐτοῦ ὄντα αὐτοῦ διδάσκαλον.

2. Τῷ δὲ αὐτῷ ἐλαττώματι ᾡ καὶ ὁ αὐτοῦ διδάσκαλος περιέπεσε καὶ αὐτὸς ἁλοὺς διὰ τῶν αὐτῶν τοῦ ἐλέγχου τῆς ἀληθείας λόγων ἀνατραπήσεται † ἀνετράπη γὰρ οὗτος καὶ ἔληξεν ἡ αὐτοῦ αἵρεσις ὡς ἐπὶ τὸ πλεῖστον.

ὑπερβήσομαι δὲ καὶ ἐφ’ ἐτέραν πάλιν προκόπτων τῇ ὺφηγήσει ἐλεύσομαι. τῷ γὰρ ὄντι οἱ παλαιοὶ ἱστοροῦσι μῦθον, ὡς ἐκ πολλῶν ἀσπίδων συνηγμένων ἐν ἄγγει ἑνὶ ὀστρακινῳ καὶ [*](1 ff vgl. mit Epiph. insbesondere Justin apol. I 26, 4 Irenaeus adv. haer. 1 23, 5) [*](Ι 195 Harvey Tertullian de anima 50 Ps. Tert. adv. omn. haer. 1 — 3 ἀπὸ Σαμαρειτῶν] bei Justin apol. I 26, 4 genauer ἀπὸ κώμης Καππαρεταίας — 5 vgl. Irenaeus adv. haer. 1 23, 5; Ι 195 Harvey = Hippolvt refut. VII 4; S. 190, 2 Wendland ἐπεβάλετο εἰπεῖν ὑπὸ ἀγγέλων τὸν κόσμον γεγονέναι — 6 etwas anders Irenaeus adv. haer, 123, 5 ; I 195 Harvey primam qiiidem rirtutem incogniiayn aif omnibiis; se autem eum esse qui missus sit ab invisibilibus Salvatorem Tert. de anima 50 se a superna et arcana potestate kgatum — 7 — 10 vgl. Irenaeus adv. haer. I 23, 5; I 195 Harvey dare quoque per eam qiiac a se doceatur magicam scientiam addidit, ut et ipsos qui munduyn fecerunt rincut angelos . resurrecMonem enim per id qiiod est in ewn baptisma aecipere eius discipiilos — 19 ff vgl. haer. 30, 26, 5 ff V Μ) [*](5 vor ὁμοίως + ὡς M ausradiert V corr 8 f συνάγειν V 12 μαγκανίαις M Ι * <προσανέχων> * Ι διέλABBREVιπεν, ε ausradiert Vcorr διέλιπεν M 15 ὧ von erster Hand oben hineingefiickt V Ι ἑαυτοῦ M 16 ἀληθείας] ἀκολουθίας M 17 † ἀνετράπη] lies wohl ἀπέθανεν * Ι ἔληξεν] ἤλεγξεν M 20 ἀγγείω M)

247
κατατεθεισῶν ἐν τοῖς θεμελίοις τῶν τεσσάρων γωνιῶν ἑκαστου τεμένους τῶν ἐν Αἰγύπτῳ οἰκοδομηθέντων εἰδώλων, [καὶ] εἴ τις ἰσχυροτέρα ηὕρηται παρὰ τὰς ἄλλας, ἐπελθοῦσα ταῖς ἑτέραις κατέφαγε·

μείνασα δὲ καθ' ἑαυτὴν καὶ τροφῆς μὴ εὐποροῦσα, στραφεῖσα αὕτη καὶ ἀπὸ τῆς κέρκου αὐτῆς ἐσθίειν ἀρξαμένη ἕως μέρους τινὸς * τοῦ σώματος κατέφαγε· καὶ οὕτως ἔμεινεν οὐκέτι τελεία, ἀλλὰ ἥμισυ ὑπάρχουσα ἑρπετοῦ.

διὸ καὶ ἀσπιδογοργόνα ταύτην ἐκάλεσαν, ὥστε νοεῖν ἡμᾶς τὸ παλαιὸν μὲν εἶναι τοῦτο, νῦν δὲ μηκέτι τοῦτο εὑρισκόμενον, ἀλλὰ ἠφανίσθαι· ὡς καὶ αὕτη παντελῶς ἀπολομένη ἔχει μὲν παρ' ἡμῶν τὴν ἀντιλογίαν, αὐτὴ δὲ διὰ τῆς δυνάμεως Χριστοῦ ἠφάνισται. καὶ ταύτην δὲ ὺπερβάντες ἐπὶ τὰς ἑξῆς ἴωμεν, ἀγαπητοί.