Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

ἀλλὰ καὶ Ἀθηνᾶν πάλιν τὴν αὐτὴν ἔλεγε τὴν παρ’ αὐτῷ Εννοιαν καλουμένην, χρώμενος δῆθεν ὁ πλάνος ταῖς τοῦ ἁγίου ἀποστόλου Παύλου φωναῖς μεταποιῶν τε τὴν ἀλήθειαν εἰς τὸ αὐτοῦ ψεῦδος, τό »ἐνδύσασθε τὸν θώρακα τῆς πίστεως καὶ τὴν περικεφαλαίαν τοῦ σωτηρίου κω κνημῖδας καὶ μάχαιραν καὶ θυρεόν‘, πάντα ταῦτα ἐπὶ τῆς τοῦ Φιλιστίωνος μιμολογίας ὁ ἀπατεὼν τὰ ὑπὸ τοῖ ἀποστόλου εἰρημένα διὰ στερεὸν λογισμὸν καὶ πίστιν ἁγνῆς ἀναστροφῆς καὶ δύναμιν Μου λόγου καὶ ἐπουρανίου εἰς χλεύην λοιπὸν καὶ οὐδὲν ἕτερον μεταστρέφων. »τί γάρ;« φησί, »ταῦτα πάντα εἰς Ἀθηνᾶς τύπους μυστηριωδῶς ἐσχημάτιζε« διὸ πάλιν ἔλεγεν, ὡς προεῖπον,

ὑποφαίνων ἐκείνην τὴν μετ’ αὐτοῦ γυναῖκα τὴν ἀπὸ Τύρου ληφθεῖσαν αὐτῷ, τὴν ὁμώνυμον τῆς παλαιᾶς Ἑλένης, τὰ πάντα ταύτην καλῶν καὶ Ἔννοιαν καὶ Ἀθηνᾶν καὶ Ἑλένην καὶ τὰ ἄλλα, »καὶ διὰ ταύτην. φησί, καταβέβηκα· τοῦτο γάρ ἐστι τὸ γεγραμμένον ἐν τῷ εὐαγγελίῳ τὸ πρόβατον τὸ πεπλανημένον«.

ἀλλὰ καὶ εἰκόνα τινὰ παραδέωκε τοῖς αύτοῦ ὡς δῆθεν αὐτοῦ οὐσαν καὶ προσκυνοῦσι ταύτην ἐν εἴδει Διός· ἄλλην δὲ ὡσαύτως Ἑλένης εἰκόνα παραδέδωκεν αὐτοῖς ἐν σχήματι Ἀθηνᾶς. καὶ προσκυνοῦσι ταύτας οἱ παρ' αὐτοῦ ἠπατημένοι.

4. Μυστήρια δὲ ὺπέθετο αἰσχρότητος ῥύσεώς τε σωμάτων, ὅπως σεμνότερον ὑφηγήσωμαι, ἀνδρῶν μὲν διὰ τῆς ἀπορροίας. γυναικῶν [*](2 vgl. zu Ζ. 16 — 5 Ephes. 6, 14 — 15 vgl. Luk. 15. 4 n. Irenaeiis adv. haer. I 23, 2; I 192 Harvey et hayic esse perditam ovem Hippolyt refut. VI 19, 2 S. 145, 10 Wendland Tertullian de anima 34 — 16 vgl. Irenaeus adv. haer. I 23, 4: I 194 Harvey = Hippolyt refut. VI 20, 1; 1; S. 148, 4 ff Wendland εἰκόνα τε τοῦ Σίμωνος ἔχουσιν εἰς Διὸς μορφὴν καὶ τῆς Ἑλένης ἐν μορφῇ Ἀθηνᾶς καὶ ταύτας προσκυνοῦσιν; Hippolyt fahrt noch fort τὸν μὲν καλοῦντες κύριον, τὴν δὲ κυρίαν. εἰ δέ τις ὀνόματι καλέσει παρ’ αὐτοῖς ἰδὼν τὰς εἰκόνας ἢ Σίμωνος ἢ Ἑλένης, ἀπόβλητος γίνεται ὡς ἀγνοῶν τὰ μυστήρια — 20 vgl. ähnliches bei den Gnostikern « Panarion h. 26, 4. 5 ff Etwas anders Hippolyt refut. VI 19, 5 S 146, 9 ff Wendland οἱ δὲ αὐθις μιμηταὶ τοῦ πλάνου καὶ Σίμωνος μάγου γενόμενοι τὰ ὅμοια δρῶσιν, ἀλογίστως φάσκοντες δεῖν μίγνυσθαι, λέγοντες· πᾶσα γῆ γῆ ἰαὶ οὐ διαφερει ποῦ τις σπείρει, πλὴν ἵνα σπείρῃ, ἀλλὰ καὶ μακαρίζουσιν ἑαυτοὺς ἐπὶ τῇ (ξένῃ) μίξει, ταύτην εἶναι λέγοντες τὴν τελείαν V M) [*](1 οἱ < V 2 αὐτῷ *] αὐτῶν VM 10 μεταστρέφων. ο aus ω Vcorr 11 lies τύπον?* | lies ἐχρημάτιζε?* 12 λη///φθεῖσαν, μ ausradiert V corr 15 καταβέβηκα] κατελήλυθα S. 241, 14 | vor τοῦτο + καὶ M 19 παρ’] πρὸς V 21 ὑφηγήσωμαι, ω aus ο V corr ὑφηγήσομαι M)

243
δὲ διὰ τῶν κατ’ ἐθισμὸν [τῶν] ἐμμηνίων συλλογῇ τινι εἰς μυστήρια συναγομένων.

καὶ ταῦτα εἶναι μυστήρια ζωῆς γνώσεώς <τε> τῆς τελειοτάτης· ὄπερ μάλιστα ὑπάρχει τῷ τὴν σύνεσιν ἐκ κεκτημένῳ βδελυρίαν μᾶλλον ἡγεῖσθαι καὶ θάνατον ἤπερ ζωήν.

ὀνόματα δέ τινα ὁ αὐτὸς ὺποτίθεται ἀρχῶν τε καὶ ἐξουσιῶν, οὐρανούς τε διαφόρους φησί, καθ' ἕκαστον δὲ στερέωμα καὶ οὐρανὸν δυνάμεις τινὰς ὑφηγεῖται καὶ ὀνόματα βαρβαρικὰ τούτοις ἐκτίθεται· μὴ ἄλλως δὲ δύνασθαι σῴζεσθαί τινα, εἰ μή τι ἂν μάθοι ταύτην τὴν μυσταγωγίαν καὶ τὰς τοιαύτας θυσίας τῷ πατρὶ τῶν ὅλων διὰ τῶν ἀρχῶν τούτων καὶ ἐξουσιῶν προσφέρειν.

εἶναι δὲ τὸν αἰῶνα τοῦτον ἀπὸ ἀρχῶν καὶ ἐξουσιῶν, φησί, τῆς κακίας ἐν ἐλαττώματι κατεσκευασμένον. φθορὰν δὲ ὺφηγεῖται σαρκὸς καὶ ἀπώλειαν, μόνον ψυχῶν δὲ κάθαρσιν καὶ τούτων εἰ διὰ τῆς αὐτοῦ πεπλανημένης γνώσεως ἐν μυσταγωγίᾳ κατασταῖεν. καὶ οὕτως ἄρχεται τῶν Γνωστικῶν καλουμένων ἡ † ἀρχή.

μὴ εἶναι δὲ τὸν νόμον θεοῦ, ἀλλὰ ἀριστερᾶς δυνάμεως ἔφασκε, μήτε προφήτας ἐξ ἀγαθοῦ θεοῦ ὑπάρχειν, ἀλλὰ ἑτέρας καὶ ἑτέρας δυνάμεως. καὶ ὡς βούλεται ἑκάστῳ ὁρίζεται· τὸν μὲν νόμον τινός; Δαυὶδ δὲ ἄλλης, Ἠσαΐαν ἑτέρας, Ἰεζεκιὴλ πάλιν ἑτέρας, καὶ ἕκαστόν τινα τῶν προφητῶν μιᾷ ἀρχῇ ἀνατίθεται. εἶναι δὲ τούτους ἅπαντας ἐκ τῆς ἀριστερᾶς δυνάμεως καὶ ἔξω τοῦ πληρώματος, πάντα δὲ πιστεύοντα τῇ παλαιᾷ διαθήκῃ θάνατον ὑπέχειν.