Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

5. Ἀνατρέπεται δὲ τοῦτο τὸ δόγμα ἀπ' αὐτῆς τῆς ἀληθείας. εἰ γὰρ αὐτὸς εἴη ἡ δύναμις τοῦ θεοῦ ἡ μεγάλη καὶ τὸ σὺν αὐτῷ πορ- [*](12 vgl. dement. Recogn. I 58 — 15 ff vgl. dement. Hom. III 2; S. 36, 35 Lagarde ὃς (der höchste Gott) δύο ἔπεμψε θεούς, ἀφ’ ὧν ὁ μὲν εἷς ἐστιν ὁ κόσμον κτίσας, ὁ δὲ ἕτερος ὁ τὸν νόμον δούς XVIII 12; S. 173, 2 ff u. Irenaeus adv. haer. I 23, 3; I 193 Harvey = Hippolyt rofut. VI 19, 7; S. 147, 9 f Wendland τοὺς δὲ προφήτας ἀπὸ τῶν κοσμοποιῶν ἀγγέλων ἐμπνευσθέντας εἰρηκέναι τὰς προφητείας V Μ) [*](1 [τῶν] * 2 συναγομένων *] συνάγεσθαι VM 3 <τε> U Ι M 4 ἤπερ, η aus υ Vcorr ὑπὲρ Μ 5 ὁ αὐτὸς] οὗτος M 7 ἐκτίθεται, ἐκ auf Rasur Vcorr; vgl. zu S. 235, 9 7 μὴ] μηδὲ, aber nachher δεδύνησθαι(!) statt δὲ δύνασθαι 9 τῷ < M 10 δὲ] τε V 13 πεπλανημένης] πλάνης 14 γνώσεως ἐν μυσταγωγίᾳ] lies μυσταγωγίας ἐν γνώσει? * Ι οὕτως U] ούτος VM Ι τῶν + <ψευδωνύμως>? vgl. Irenaeus adv. haer. I 23, 4; I 195 Harvey quibus falsi nominis is scientia accepit initia 15 ἡ < M Ι † ἀρχή] πλάνη * 19 τινὰ < M 21 ὑπάρχειν)

244
νίδιον τὸ πνεῦμα τὸ ἅγιον ὡς αὐτός φησι, φησάτω τί τὸ ὄνομα τῆς δυνάμεως ἢ τίνι τῷ λόγῳ τὸ ἐπίθετον τῇ μὲν γυναικὶ ἐφηύρατο, ἑαυτῷ δὲ οὐδὲν τὸ παράπαν·

πῶς δὲ ἐν χρόνῳ τινὶ εὑρίσκεται κατὰ διαδοχὴν τὸ χρεὼν ἐπὶ τῆς Ῥωμαίων ἀποδούς, ὅτε ἐν μέσῃ τῶν Ῥωμαίων πόλει ὁ τάλας καταπεσὼν τέθνηκεν·

τίνι <δὲ> τῷ λόγῳ ὁ Πέτρος ἀπεφήνατο, αὐτὸν μὴ κλῆρον μὴ μερίδα ἔχειν ἐν τῷ μέρει τῆς θεοσεβείας·

πῶς δὲ δύναται ὁ κόσμος θεοῦ ἀγαθοῦ μὴ ὑπάρχειν, ὁπότε ἐξ αὐτοῦ πάντες οἱ ἀγαθοὶ ἐξελέγησαν·

πῶς δὲ ἀριστερὰ εἴη δύναμις ἡ ἐν νόμῳ καὶ ἐν προφήταις λαλήσασα, ἥτις περὶ τῆς ἐλεύσεως τοῦ Χριστοῦ <ἀπὸ τοῦ> ἀγαθοῦ θεοῦ προκεκήρυχεν καὶ τὰ φαῦλα πάντα ἀπαγορεύει·

πῶς δὲ οὐκ ἂν εἴη μία θεότης καὶ τὸ αὐτὸ πνεῦμα καινῆς καὶ παλαιᾶς διαθήκης, ὁπότε ὁ κύριος εἶπεν οὐκ ἠλθον καταλῦσαι τὸν νόμον, ἀλλὰ πληρῶσαι«; καὶ ἵνα δείξῃ ὅτι ὁ νόμος ὑπ' αὐτοῦ κατηγγέλη καὶ διὰ Μωυσέως ἐδωρήθη, ἡ δὲ εὐαγγελικὴ χάρις δι' ἑαυτοῦ καὶ τῆς ἐνσάρκου παρουσίας κεκήρυκται, ἔλεγετοῖς Ἰουδαίοις »εἰ ἐπιστεύετε Μωυσῇ, καὶ ἐμοὶ ἂν ἐπιστεύετε· ἐκεῖνος γὰρ περὶ ἐμοῦ ἔγραψεν«.

καὶ ἄλλα πολλὰ ἔστιν * πρὸς ἀντίθεσιν τῆς τοῦ γόητος ληρολογίας· πῶς δὲ ἔσται τὰ αἰσχρὰ ζωτικά, εἰ μή τι ἂν δαιμόνων εἴη τὸ φρόνημα, ὁπότε αὐτὸς ὁ κύριος λέγει ἐν τῷ εὐαγγελίῳ πρὸς τοὺς λέγοντας αὐτῷ εἰ οὕτως ἡ αἰτία τοῦ ἀνδρὸς καὶ τῆς γυναικός, οὐ συμφέρει γαμῆσαι«· ὁ δὲ πρὸς αὐτοὺς ἔφη »ούπάντες τοῦτο χωροῦσι· εἰσὶ γὰρ εὐνοῦχοι, οἵτινες εὐνούχισαν ἑαυτοὺς διὰ τὴν βασιλείαν τῶν οὐρανῶν« καὶ ἔδειξεν ὡς τὸ φύσει ἀπέχεσθαι συζυγίας βασιλείας οὐρανῶν ἐστι τὸ δῶρον.

πάλιν δὲ ἐν ἄλλῳ τόπῳ λέγει κατὰ τὸν σεμνὸν γάμον, ὅν αὐτὸς ὁ Σίμων παραφθείρων αἰσχρῶς μεθοδεύει τὴν ἑαυτοῦ ἐπιθυμίαν, ὅτι »οὓς ὁ θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω«.

[*](3 ff vgl. Didaskalia S. 101, ff Lagarde (S. 121, 6 ff Flemining-Achelis) Filastrius haer. 29; S. 15, 20 ff Marx (Constit. apost. VI 9, 3 f; S. 321, ff Funk actus Petri c. 32; I 83 Lipsius-Bonnet) — of vgl. Act. 8, 21 — 12 f Matth. 5, 17 — 13 ff vgl. Joh. 1, 17 — 16 f Joh. 5, 46 — 20 Matth. 19, 10 — 21 Matth. 19, 11 — 26 Matth. 19, 6 V M)[*](1 φησάτω < M Ι τὸ 3 < M 2 ἐφεύρεABBREVτο, ε aus α V 3 4 χρέος M 5 πόλει < M Ι <δὲ> U 8 ἐπελάγισαν V 9 10 > 14 κατηγγέλABBREVη, λ ausradiert V 16 ἂν < V 17 <εὑρεῖν> * 18 ληρολογίας *] ἀντιλογίας M 22 χωροῦσι τοῦτο 25 < Μ 26 οὕς <)
245