Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

ἀνέστειλεν σὲ καὶ ἄλλους ἑβδομήκοντα δύο κηρύττειν, ἐξ ὡν ἠσαν οἱ ἑπτὰ οἱ ἐπὶ τῶν χηρῶν τεταγμένοι, Στέφανος Φίλιππος Πρόχορος Νικάνωρ Τίμων Παρμενᾶς καὶ Νικόλαος,

πρὸ τούτων δὲ Ματθίας ὁ ἀντὶ Τούδα συμψηφισθεὶς μετὰ τῶν ἀποστόλων· μετὰ τούτους δὲ τοὺς ἑκτὰ καὶ Ματθίαν τὸν πρὸ αὐτῶν Μάρκον καὶ Λευκᾶν , Ἰοῦστον, Βαρνάβαν καὶ Ἀπελλῆν, Ῥοῦφον, Νίγερα καὶ <τοὺς>

ἑβδομήκοντα δύο. μετ’ αὐτοὺς δὲ πάντας καὶ σὺν αὐτοῖς Παῦλον τὸν ἅγιον ἀπόστολον διὰ φωνῆς ἰδίας ἀπ’ οὐρανοῦ ἀπόστολον ὁμοῦ καὶ ἐθνῶν Μνῶν καὶ πληρωτὴν ἀποστολικῆς διδασκαλίας ἐξελέγετο·

ὃς εὑρίσκει τὸν ἅγιον Λουκᾶν, ὅντα τῶν ἑβδομήκοντα δύο τῶν διεσκορπισμένων 003E; ἐπιστρέψας καὶ ἀκόλουθον ἑαυτῷ ποιήσας συνεργὸν τοῦ εὐαγγελίου ὁμοῦ καὶ ἀπόστολον <ἀπέδειξεν> οὕτως ἐτελέσθη ἡ πᾶσα εὐαγγελιὴ πραγματεία ἴως τούτου τοῦ χρονου.

[*](4 f Tgl. Act. G, 5 — 6 f vgl. Act. 1, 23 ff — 13 f über Lukas vgl. haer. 51, 11, 6 A M anacepb. 1 Σί///μωνα V 1 — 3 Ἰούδας γὰρ ὁ — ἀπέστειλεν δὲ] Ἰούδαν τε τὸν Ἰσκαριώ· τὴν καὶ προδότην αὐτοῦ γενόμενον anaeeph. 3 ἀποστείλας Μ 4 οἱ 1 < ceph. Ι οἱ 2 < Μ 5 χειρῶν, η von äterer Hand V Ι τεταγμένοι < 6 κρὸς τούτοις u. < δὲ anaeeph. 7 Ἰούδα + ἔστατον anaeeph. Ι τῶν + anaeeph. 7 f μετὰ τούτους — πρὸ αὐτῶν] μετὰ δὲ τούτων πάντων anaeeph. 8 Μάρκον κτἑ]. überall bis τοὺς λοιποὺς (Ζ. 9) Nominative anaeeph. Ι καὶ < < M anaeeph. 9 <τοὺς> 10 μετὰ τούτοις anaeeph. 11 Ι ἀπόστολον + ἐξελέξατο anaeeph. 12 ἐξελέξατο] ἀπέστειλε anaeeph. 13 ὃς] καὶ anaeeph. Ι εὑρίσκει] εὑρίσκετε, τε, ει u. τε aus etwas anderem hergestellt V corr εὑρίσκεται Μ Ι τὸν ἅγιον < anaeeph. Ι τῶν ἑβδομήκοντα δύο ὄντα 14 διεσκορπισμένων] ἐσκορπισμένων | anaeeph. Zum Sinn vgl. Pan. h. 51, 11, 6 τῶν ἑβδομήκοντα δύο τῶν διασκορπισθέντων ἐπὶ τῷ τοῦ σωτῆρος λόγῳ; es ist also auf Joh. 6, GG (Matth. 26, 31) angespielt Ι <ὃν> * Ι ἐπιστρέψας < Ι ἑαυτῷ ποιήσας] αὐτὸν ἔλαβε anaeeph. 15 συνεργὸν . . . καὶ ἀπόστολον <άπέδειξε> συνεργὸς (ὸς aus ὸν Y) ὢν . . καῖ ἀπόστολος V M καὶ συνεργὸν εὐαγγελίου anaeeph. 15 f καὶ οὕτως] οὕτως γοῦν anaeeph.)
233

Ἑσται δὲ μοι ὁ λόγος ἴως ὠδε περὶ τῶν εἴκοσι αἱρέσεων καὶ τῆς κατὰ δύναμιν ἀκολουθίας ἐν συντόμῳ μοι εἰρημένης εὐαγγελικῆς [*](Ö114) φωταγωγίας τῆς ἐν κόσμω διὰ τοῦ Χριστοῦ καὶ τῶν μαθητῶν αὐτοῦ γεγενημένης,

οἱς τὰ ὅμοια συλλέξαι καὶ παραθέσθαι τὰ προθεσπίσματά τε καὶ τὰς προφητείας ἀπὸ νόμου τε καὶ ψαλμῶν καὶ τῶν ἄλλων τὰς ἀκολουθίας καὶ ἀγωγὰς ἔνεστιν ἰδεῖν καὶ τὴν ἀκρίβειαν κατα- λαβέσθαι, ὡς οὐ νόθος ἀλλὰ ἀληθὴς καὶ προκαταγγελθεῖσα ἀπὸ τῆς παλαιᾶς διαθήκης καὶ ἀναμφίβολός ἐστιν ἡ ἔνσαρκος τοῦ Χριστοῦ παρουσία καὶ εὐαγγελικὴ διδασκαλία. ἴνα δὲ μὴ εἰς ὄγκον παρεκτείνω τὴν τῆς συντάξεως πραγματείαν, τούτοις ἀρκεσθήσομαι.