Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

Ἀρχέλαος δὲ ἐννέα ἔτη βασιλεύει, οὑ έν ἀρχῇ τῆς βασιλείας ἐξιὼν Ἰωσὴφ ἀπ᾿ Αἰγύπτου ἅμα τῇ Μαρίᾳ καὶ τῷ παιδί, ἀκούσας τὸν Ἀρχέλαον βασιλεύειν ἀνεχώρησεν εἰς τὰ μέρη τῆς Γαλιλαίας καὶ κατῴκησεν τότε εἰς Ναζαρέτ.

Ἀρχέλαος δὲ γεννᾷ τὸν Ἡρῴδην τὸν νεώτερον, καὶ βασιλεύει Ἡρῴδης οὗτος τῷ ἐνάτῳ ἔτει τῆς τοῦ πατρὸς βασιλείας Ἀρχελάου κατὰ διαδοχήν. καὶ γέγονε λογιζόμενα δεκατρία ἔτη τῇ ἐνσάρκῳ Χριστοῦ παρουσίᾳ.

ὀκτωκαιδεκάτῳ δὲ ἔτει Ἡρῴδου τοῦ καὶ Ἀγρίππα ἐπικληθέντος ἤρξατο ὁ Ἰησοῦς τοῦ κηρύγματος καὶ τὸ βάπτισμα τὸ ἀπὸ Ἰωάννου τότε λαμβάνει καὶ κηρύσσει ἐνιαυτὸν δεκτόν, ὑπ᾿ οὐδενὸς ἀντιλεγόμενος, οὔτε ὑπὸ Ἰουδαίων οὔτε ὑπὸ Ἑλλήνων οὔτε ὑπὸ Σαμαρειτῶν οὔτε ὑπό τινος ἑτέρου.

ἔπειτα ἀντιλεγόμενος ἐκήρυξεν ἐνιαυτὸν δεύτερον καὶ γέγονεν ἐννεακαίδεκα ἔτη τῷ αὐτῷ Ἡρῴδῃ, τῷ δὲ σωτῆρι τριακοστὸν δεύτερον.