Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

γενόμενόν τε ἐν Βηθλεὲμ διὰ τὴν συγγένειαν ὑπὸ τῆς μητρὸς βασταξόμενον, αὐθις πάλιν εἰς Ναζαρὲτ ἀπενεχθέντα καὶ κατὰ δευτέραν περίοδον ἐνιαυτοῦ εἰς τὰ Ἱεροσόλυμα καὶ Βηθλεὲμ ἐληλυθότα, βασταζόμενον ὡσαύτως ὑπὸ τῆς ἰδίας μητρός, ἐν Βηθλεὲμ δὲ ἐν οἰκίᾳ κατελθόντα σὺν τῇ ἰδίᾳ μητρὶ καὶ Ἰωσὴθ γέροντι ὄντι σὺν τῇ

Μαρίᾳ δὲ ὄντι, κἀκεῖσε τῷ δευτέρῳ ἔτει τῆς αὐτοῦ γεννήσεως κατοπτευθέντα ὑπὸ τῶν μάγων προσκυνηθέντα δῶρα λαβόντα καὶ ἐν αὐτῇ τῇ νυκτὶ ὑπὸ] ἀγγέλου τῷ Ἰωσὴφ χρηματίσαντος εἰς Αἴγυπτον παραληφθέντα, ἐκεῖθεν πάλιν διὰ δύο ἐτῶν ἐπανεληλυθότα, τελευτήσαντος τοῦ Ἡρῴδου, Ἀρχελάου τε διαδεξαμένου.

2. Τῷ γὰρ τριακοστῷ τρίτῳ Ἡρῴδου, τεσσαρακοστῷ δὲ δευτέρῳ Αὐγούστου τοῦ βασιλέως, γεννᾶται ὁ σωτὴρ ἐν Βηθλεὲμ τῆς Ἰου- [*](6 — 8. 229, 19 die hier vorgetragene Chronologie des Lebens Jesu -wird wiederholt u. eingehend begründet Panarion haer. 51, 8 ff; vgl. z. d. St. u. unter Christologie (Chronologie des Lebens Jesu) — 14f ührt bei Michael Glykas ann. IH; Migne 158, 396 B G U Μ anaceph. 1 διὰ] ἀπὸ anaceph. 3 παρθένου < G U anaceph. | καὶ < 4 ἀνθρωπίνην anaceph. 5 χωρὶς ἁμαρτίας < anaceph. 6 ἐμβηθλεὲμ U | ἐν τῷ σπηλαίῳ < anaceph. 7 vor Συμεῶνος + τοῦ U | Συμεὼν 5 Ἄννας Μ | ἀπενεχθέντα] ληφθέντα anaceph. 9f Ἱερουσαλὴμ < 11 ἀπενεχθέντα] ἀπαρθέντα anaceph. 12 δευτέραν < Μ | ἐνιαυτῶν | καὶ Βηθλεὲμ < anaceph. 13 vor βασταζόμενον + καὶ Μ | ὡσαύτως < 14 δὲ < anaceph. | κατελθόντα] καταχθέντα u. vor ἐν οἰκίᾳ !M 15 τῇ — ὄντι < G | δὲ Μαρία Μ 16 ὑπὸ τῶν μάγων προσκυνηθέντα < | προσκυνηθῆναι U | προσκυνηθέντα + τε καὶ G 17 ὑπὸ] *] ὑπ’ V 18 παραλειφθέντα U | παραληφθέντα + καὶ κατεληλυθότα anaceph. | ἐκεῖθεν] ἀποκριθέντα M ἀπ’ ἐκεῖθέν τε U | ἀνεληλυθότα anaceph. τρίτῳ + ἔτει U 21 τοῦ <)

229
δαίας. κάτεισι δὲ εἰς Αἴγυπτον τῷ τριακοστῷ πέμπτῳ Ἡρῴδου, ἄνεισι δὲ ἀπὸ τῆς Αἰγύπτου μετὰ τὴν Ἡρῴδου τελευτήν.

διὸ ἐπὶ τριάκοντα καὶ ἑπτὰ ἔτεσι τῆς αὐτῆς τοῦ Ἡρῴδου ἀρχῆς ἦν ὁ παῖς τεσσάρων ἐτῶν, ὅτε Ἡρῴδης τριάκοντα ἑπτὰ πληρώσας κατέστρεψε τὸν βίον.