Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

3. Ἀλλ᾿ αὗται μὲν αἱ ἑπτὰ ἦσαν ἐν Ἰσραήλ, ἐν τῇ Ἱερουσαλὴμ καὶ ἐν τῇ Ἰουδαίᾳ, αἱ δὲ τέσσαρες αἱ προειρημέναι παρὰ Σαμαρείταις ἐν τῇ Σαμαρείᾳ· αἱ πλείους δὲ καθῃρέθησαν, οὐδέτι γὰρ Γραμματεῖς, οὐκέτι Φαρισαῖοι, οὐκέτι Σαδδουκαῖοι, οὐκέτι Ἡμεροβαπτισταί, οὐκέτι Ἡρῳδιανοί·

μόνοι δέ τινες ἐν σπάνει εὑρίσκονται εἴπου εἱς ἢ δύο Νασαρηνοὶ ὑπὲρ τὴν ἄνω Θηβαΐδα καὶ ἐπέκεινα τῆς Ἀραβίας καὶ Ὀσσαίων τὸ λεῖμμα, οὐκέτι ἰουδαΐζον ἀλλὰ συναφθὲν Σαμψίταις τοῖς κατὰ διαδοχὴν ἐν τοῖς πέραν τῆς νεκρᾶς θαλάσσης ὑπερκειμένοις · νυνὶ δὲ τῇ τῶν Ἐβιωναίων αἱρέσει συνήφθησαν.

καὶ γέγονε λῆξαι μὲν αὐτοὺς ἀπὸ Ἰουδαϊσμοῦ, ὥσπερ δὲ ῥίζαν τμηθῆναι ἢ σῶμα ἑρπετοῦ καὶ ἐξ αὐτοῦ φῦναι δικέφαλον καὶ ἄρριζον ὄφιν ἐν ἑνὶ σώματι ἡμιτόμῳ ἐκπεφυκότα καὶ ἐξηρτημένον.

[*](1 Gen. 49, 10 — 4 Gen. 49, 9 — 5 Gen. 49, 11 — 9 II Tim. 2, 7 — 11 vgl. Gen. 49, 12 — 22 vgl. oben S. 219, 7 n. haer. 30, 17, 5ff GU M 1 ἀλλὰ G 2 f καὶ ἐπ᾿ — προσδοκία ἐθνῶν < Μ 2 αὐτὸ G 3 G | καραδοκεῖν M; lies ἐκαραδοκει? * 4 τὸ ἐκοιμήθη vor παρ’ αὐτοῖς GU 9 ἃ U | δῴη G U | γὰρ < G | ὁ < G 11 αἵματος] βρώματος M καὶ] καὶ κρέας, aber θυσίας + μετὰ κνίσης G | κνίσης + τε U 12f μεμολυμμένους G 16 αὐταὶ U | ἐν2 + τε U 18 γὰρ < U 20 σπανία M | ἤπου UM 22 Ὀσσηνῶν U | λῆμμα Μ 23 τοῖς2 *] τῶ GUM 23f ὑπερκειμένηνς U 24 * etwa <τόποις <οἰκοῦσιν> * 25 ληξάϊ M u. + ὁ μάγος M | < M 26 ἄριζον M U 27 ἐκπεφυκότα *] G U M)
227

Ἐως ὡδε ἡ περὶ τῶν τεσσάρων αἱρέσεων τῶν Σαμαρειτῶν διαλογὴ καὶ τῶν ἑπτὰ τῶν Ἰουδαίων, ἐξ ὡν οὐκέτι φέρονται <ἀλλ'> ἢ τρεῖς μόναι τῶν Σαμαρειτῶν, λέγω δὴ <ἡ> Γοροθηνῶν τε Δοσιθέων καὶ Σεβουαίων, Ἐσσηνῶν δὲ οὐ πάνυ, ἀλλ’ ὡς ἐν σκότῳ τεθαμμένων· παρὰ δὲ τοῖς Ἱουδαίοις οὐκέτι ἀλλ’ ἢ Ὀσσαίων καὶ Νασαραίων ὀλίγοι ἀφωρισμένοι. Ὀσσαῖοι δὲ μετέστησαν ἀπὸ Ἰουδαϊσμοῦ εἰς τὴν τῶν Σαμψαίων αἵρεσιν, οἵτινες, οὐκέτι οὔτε Ἰουδαῖοι ὑπάρχουσιν οὔτε Χριστιανοί. ταῦτά μοι περὶ τῶν προειρημένων εως ωοε εχετω.