Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

2. ἀλλ᾿ ἐλέγχει αὐτοὺς ἡ ἀκολουθία φάσκουσα ὅτι »αὐτὸς προσδοκία ἐθνῶν καὶ ἐπ᾿ αὐτῷ ἔθνη ἐλπιοῦσιν«. ποῖον δὲ τῶν Μνῶν ἐπὶ Ἡρῴδῃ ἤλπισεν; ποία δὲ προσδοκία ἐθνῶν Ἡρῴδην καραδοκεῖ; λῶς δὲ παρ᾿ αὐτοῖς ἐπληροῦτο τό ἐκοιμήθη ὡς λέων καὶ ὡς σκύμνος λέοντος, τίς ἐξεγερεῖ αὐτόν‘;

ποῦ δὲ »ἔπλυνεν ἐν αἵματι τὴν στολὴν αὐτοῦ. ὁ Ἡρῴδης ἢ ἐν αἵματι σταφυλῆς τὸ περιβόλαιον αὐτοῦ‘. ὡς ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς τὸ σῶμα αὐτοῦ ῥαντίσας αἵματι τῷ ἰδίῳ καὶ ἐν αἵματι σταφυλῆς τὸ περιβόλαιον αὐτοῦ;

ἀλλὰ νόει ὃ λέγω. δώσει γὰρ σοι ὁ κύριος σύνεσιν ἐν πᾶσιν.« ἵνα γὰρ δείξῃ τὸ καθάρσιον τῆς τοῦ λαοῦ τοῦ κυρίου καταστάσεως, ἠλθεν διὰ τοῦ ἰδίου αἵματος τῆς διδασκαλίας καθᾶραι τοὺς ὀδόντας τῶν ἀνθρώπων τοὺς εἰς αἷμα κνίσης καὶ ἀθεμίτου θυσίας μεμολυσμένους.

καὶ τί μοι τὰ πλήθη λέγειν; πολλὰ γὰρ ἐστι καὶ οὐκ ἐνδέχεται ὁ χρόνος πρὸς ἀντίθεσιν τῶν προειρημένων αἱρέσεων ἐπιμηκύνειν τὸν λόγον.