Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

τοῦ δὲ πατρὸς πένητος ὄντος καὶ μὴ δυναμένου λύτροις ῥύσασθαι τὸν υἱόν, λέγω δὴ τὸν Ἀντίπατρον, ἔμεινε πολλῷ τῷ χρόνῳ δουλεύων· ὕστερον δὲ ἐλυτρώθη ἐξ ἐράνου τῶν πολιτῶν σὺν τῷ παιδίῳ Ἡρῴδῃ καὶ μετῆλθεν εἰς τὰ οἰκεῖα. διόπερ τινὲς αὐτὸν λέγουσιν Ἰδουμαῖον, ἄλλοι δὲ Ἀσκαλωνίτην ἴσασιν.

ὕστερον δὲ ἐφιλιώθη † Δημητρίῳ καὶ ἐπίτροπος κατέστη ἐπὶ τῆς Ἰουδαίας, ἐν γνώσει τε γέγονεν Αὐγούστῳ βασιλεῖ καὶ ἀπὸ τοῦ ἐπιτροπεύειν προσηλυτεύει, περιτέμνεταί τε αὐτὸς καὶ περιτέμνει Ἡρῴδην τὸν υἱόν, εἰς ὃν ἠλθεν ὁ κλῆρος τῆς τῶν Ἰουδαίων βασιλείας· ἦν δὲ βασιλεὺς ἐν τῇ Ἰουδαίᾳ ὑπὸ βασιλέα Αὔγουστον ὑπόσπονδος ὑπάρχων.

ἐπεὶ οὖν ἐξ ἀλλοφύλων οὗτος βασιλεύει, κατὰ διαδοχὴν δὲ διήρκεσεν ἀπὸ τοῦ Ἰούδα καὶ ἀπὸ τοῦ Δαυὶδ τὸ βασίλειον καὶ οἱ ἐκ τοῦ Ἰούδα ἄρχοντες καὶ πατριάρχαι <ἐξέλιπον> μετέστη δὲ βασίλειον εἰς ἀλλόφυλον, πιθανὸν ἔδοξεν [ἐν] τῇ ὑπολήψει τῶν πεπλανημένων τὸ ἀπατηθῆναι καὶ νομίσαι αὐτὸν Χριστὸν εἶναι,

ἀπὸ τῆς ἀκολουθίας τοῦ προειρημένου ῥητοῦ τοῦ »οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται«, ὡς εἶναι τοῦτο > παρ αὐτοῖς νοητέον, ὅτι τούτῳ ἀπέκειτο, φησίν· ἐξέλιπον γὰρ ἐκεῖνοι καὶ αὑτος οὐκ ἀπὸ γένους τοῦ Ἰούδα, ἀλλ᾿ οὔτε ὅλως τοῦ Ἰσραὴλ ὑπάρχει· τ<οι>ούτῳ δὲ ἀπέκειτο <τὸ>

[*](1 daß der Urgroßvater des Herodes wieder Antipatros geheißen eigene Behauptung des Epiphanius; wohl entstanden durch Yermengung der Angaben des Josephus u. des Africanus über den ßvater vater des Herodes. Nach erstercm (vgl. antt. XIYIO) ß dieser Antipatros, nach letzterem Herodes — 12 ff vgl. haer. 51, 22, 20 ff u. Eusebius Chronik aus dem Armenischen S. 59, 13 ff Karst S. 61, 25ff Hieronymus Chronik S. 160, Iff Helm — 18 Gen. 49, 10 GU M 1 καὶ αὐτὸς *, nach Cryptoferrat. Βα f. 156 r καὶ αὐτὸς δὲ υἱὸς ἀντιπάτρου ἐτύγχανεν] οὗτος τοῦ G U M | Ἀντίπα GU | ἤχθη] ἐλήφθη GU 2 Ἰουδαίων G 4 ἔμεινεν + ἐν GU 6 παιδὶ U αὐτῶν U 8 ἐφιλώθη U | † Δημητρίῳ] nach Jul. Africanus (Eus. h. e. I 7, 11; S. 58, 22 Schwartz) u. Eusebius (h. e. I 6, 3; S. 48, 19) üßte es Ὑρκανῷ ßen; aber auch Nie. Chon. u. der Cryptoferrat. haben Δημητρίῳ | ἐπὶ < M 9 Ἰουδαίας G U, vgl. Jul. Afric. bei Eusebius h. e. I 7 S. 58, 25 Schwartz ἐπιμελητὴς τῆς Παλαιστίνης χρηματίσας] Ἰδουμαίας Μ 10 vor αὐτὸς + καὶ 12 βασιλέα + δὲ M 14 τοῦ2 < Μ 15 <ἐξέλιπον> 16 [ἐν] * 17 νομῆσαι U 19 ἂν < G | <οὕτως> | ἀπέκειτο] κεῖται M | <τὸ>)
226