Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

κωλύει γὰρ εἰς ἀνατολὰς εὔξασθαι, φάσκων μὴ δεῖν προσέχειν οὕτως, ἐπὶ τὰ Ἱεροσόλυμα δὲ ἔχειν τὸ πρόσωπον ἐκ πάντων τῶν μερῶν, τοὺς μὲν ἀπὸ ἀνατολῶν εἰς δύσιν προσέχειν τῇ Ἱερουσαλήμ, τοὺς δὲ ἀπὸ δύσεως εἰς ἀνατολὴν τῇ αὐτῇ, τοὺς δὲ ἀπὸ ἄρκτοῦ εἰς μεσημβρίαν καὶ ἀπὸ μεσημβρίας εἰς ἄρκτον, ὡς πανταχόθεν τὸ πρόσωπον ἄντικρυς εἶναι τῆς Ἱερουσαλήμ.

καὶ ὅρα τὴν τοῦ ἀπατεῶνος φρενοβλάβειαν. ἀναθεματίξει μὲν γὰρ θυσίας καὶ ἱερουργίας ὡς ἀλλοτρίας οὔσας θεοῦ καὶ μήτε ὅλως θεῷ ἐκ τῶν πατέρων καὶ τοῦ νόμου ποτὲ προσενεχθείσας κοὶ λέγει ἐκεῖ δεῖν εὔχεσθαι εἰς Ἱερουσαλήμ, ὅπου ἡν τὸ θυσιαστήριον καὶ αἱ θυσίαι, <ὁ> ἀρνούμενος τὴν παρὰ τοῖς Ἰουδαίοις σαρκοφαγίαν καὶ τὰ καὶ τὸ θυσιαστήριον τό τε πῦρ ὡς θεοῦ ἀλλότριον,

τὸ δὲ ὕδωρ [*](6 öm. 10, 10 — 9 zu Χριστὸς ὁ μέγας βασιλεὺς vgl. Hippolyt refut. IX 15, 1 S. 253, 14 Wendland als Gebot des Elxai βαπτισάσθω ἐκ δευτέρου ἐν ὀνόματι τοῦ μεγάλου καὶ ὑψίστου θεοῦ καὶ ἐν ὀνόματι υἱοῦ amov, > μεγάλου βασιλέως — 14 vgl. Daniel 6, 11 Ezechiel S, 16 ff u. bes. B e rakot IT 5 wer gegen Morgen steht, wende sein Antlitz gegen Abend, wer gegen Abend steht, gen Morgen, wer gegen Mittag steht, gen Mitternacht, u. wer gegen Mitternacht steht, gen Mittag (w. Brandt, Elchasai S. 12) GU Μ 1 μετέχειν + λέγων, ἔπειτα δὲ U | ἀπατῶν und < τε U | καὶ (vor < U 3 διορθοθῆναι M 5 ἂν πιστεύσειε *] ἐμπιστεύσειε 6 ἐκφωνεῖ] ἐκφάσκων U | ἐν πνεύματι ἁγίω διδάσκων U 9 vor Χριστὸς + ὁ G 13 γὰρ] δὲ? * 17f ἀπὸ ἄρκτου — εἰς ἄρκτον] ἀπὸ νότου καὶ μεσημβρίας εἰς ἄρκτον, τοὺς δὲ ἀέ ἄρκτου εἰς μεσημβρίαν U 17 ἄρκτου *] νότου GM 23 <ὁ> * | ἀρνούμενος + δὲ)

221
εἶναι δεξιὸν πῦρ δὲ ἀλλότριον εἶναι φάσκων διὰ τούτων τῶν λέξεων· ἐστι τὸ τοιοῦτον. ὁρᾷς γάρ, φησίν, αὐτὸ ἐγγυτάτω καὶ ἔστιν ἀπὸ πόρρωθεν· μὴ πορεύεσθε πρὸς τὸ εἶδος αὐτοῦ, πορεύεσθε δὲ μᾶλλον ἐπὶ τὴν φωνὴν τοῦ ὓδατος.« καὶ πολλά ἐστι τὰ αὐτοῦ μυθολογήματα.

4. Εἶτα δὲ διαγράφει Χριστὸν τινὰ εἶναι δύναμιν, οὑ καὶ τὰ μέτρα σημαίνει, εἰκοσιτεσσάρων μὲν σχοίνων τὸ μῆκος ὡς μιλίων ἐνενηκονταὲξ τὸ δὲ πλάτος σχοίνων ἓξ μιλίων εἰκοσιτεσσάρων, καὶ τὸ πάχος ὁμοίως τερατευόμενος καὶ τοὺς πόδας καὶ τὰ ἄλλα μυθο- λογήματα.