Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

3. Καὶ ἕως ποῦ κατατρίβομαι τὰ περὶ τοῦ γόητος τούτου φθεγγόμενος ὅσα τε κατὰ τῆς ἀληθείας κατεψεύσατο,

πρῶτον μὲν διδάσκων ἀπαρνησιθεΐαν καὶ ὑπόκρισιν, βδελυρῶν θυσιῶν τῆς εἰδωλολατρείας [*](1 τοῦ ἀρχαίου Φινεὲς vgl. Niim. 25, 7 Jes. Sir. 45, 23 (daraus ist die Geschichte wohl durch Umdrehung entstanden) — 7 f über die Σαμψαῖοι u. ihr ältnis zu den Ossäern vgl. Panarion h. 53 — 9 zur Deutung des Namens Brandt, Elchasai S. 5 ff — 12 ff vgl. Panarion h. 53, 1, 5 GU M 5 > * | > * 6 Ὀσσνηνῶν U 7 Ναβατίδι Μ | τῇ (hinter γῇ) < Μ 9 ἢλ] ιݲηݲλ UM 9 u. 10 κεκρυμμένην u. κεκρυμμένη Nie. Chon. c. 43 (Yat. 680 f. 10v) 10 ἐλεγχθήσαται Μ 11 καὶ + ὡς G ὡς statt καὶ M | ἐπέπεσε M 12 * etwa <ἐν τοῖς ἡμετέροις χρόνοις> * | ἐπὶ *] ἀπὸ GUM 13 ἡ αἵρεσις >*; βασιλέων + σαφῶς ἐλέγχονται U ückte Vermutung) | γὰρ < GM 14 τοῦ Ἠλξαΐ < G U 14 f am Rand von erster Hand καὶ μάρθαινα M Μαρθὼ καὶ Μαρθάνην Nie. Chon. 16 τοῦ1 < Μ | GM 24 κατεψεύσατο] ἐφθέγξατο M 25 καὶ] καθ’ U | βδελλυρῶν Μ)

220
μετέχειν ἀπατᾶν τε τοὺς ἀκούοντας καὶ ἀρνεῖσθαι τὴν ἰδίαν πίστιν στόματι καὶ μὴ ἔχειν ἁμαρτίαν φάσκων· ὡς εἶναι ἀθεράπευτον τὸ αὐτῶν λάθος καὶ μὴ δυνάμενον διορθωθῆναι.

εἰ γὰρ τὸ στόμα τὸ ὁμολογοῦν τὴν ἀλήθειαν προετοιμάζεται εἰς ψεῦδος, ἀρά γέ τις αὐτοῖς ἂν πιστεύσειε τὴν καρδίαν μὴ ἔχειν ἠπατημένην; ὁπότε διαρρήδην ἐκφωνεῖ ὁ θεῖος λόγος διδάσκων ἐν πνεύματι ἁγίῳ ὅτι »καρδίᾳ πιστεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν«.

ἀλλὰ καὶ πάλιν δῆθεν μὲν Χριστὸν ὀνόματι ὁμολογεῖ, λέγων ὅτι Χριστὸς ὁ μέγας βασιλεύς· οὐ μὴν πάνυ γε κατείληφα ἐκ τῆς αὐτοῦ δολερᾶς καὶ παραπεποιημένης συντάξεως τῆς βίβλου τῆς αὐτοῦ ληρῳδίας εἰ περὶ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ὑφηγήσατο· οὔτε γὰρ τοῦτο ὁρίζει, Χριστὸν δὲ ἁπλῶς λέγει, ὡς ἐξ ὧν κατειλήφαμεν τινὰ ἕτερον σημαίνων ἢ προσδοκῶν.