Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

ὡρμῶντο δὲ οὑτοι, ὡς ἡ εἰς ἡμᾶς ἐλθοῦσα περιέχει παράδοσις, ἀπὸ τῆς Ναβατικῆς χώρας καὶ Ἰτουραίας, Μωαβίτιδός τε καὶ Ἀριηλίτιδος, τῶν ἐπέκεινα τῆς κοιλάδος τῆς ἁλυκῆς οὕτως ἐν τῇ θείᾳ γραφῇ κληθείσης ὑπερκειμένων χωρῶν· ἔστι δὲ αὕτη ἡ νεκρὰ καλουμένη θάλασσα.

τοῦτο [*](6 f Theophilus ad Aiitol. III 129 D; S. 234 Otto Hippolyt refiit. X 30 Eiisebius Onomasticon 2, 21ff Klostermann — 12 Gen. 9, 3 Act. 10, 13 — 17 ff die Ὀσσαῖοι dem Epiphanius eigentümlich GU M 5 δὲ < M 7 Καρδυέων UM 11 τῶν (vor στεάτων) < G | 12 τὰ < GU | ἀγροῦ] χόρτου U 15 ἐνσπαρείσαις] ἐν ταῖς γραφείσαις G 16 Unterschrift κατὰ Νασαραίων G 17 κατὰ Ὀσσαίων ἀπὸ Ἰουδαϊσμοῦ μὲν ἕκτης (μὲν < 11. ςݲ Μ), τῆς δὲ ἀκολουθίας ιݲθݲ (ιβ Μ) GM κατὰ ἀπὸ Ἰουδαϊσμοῦ, ἐννέα καὶ δεκάτη τῆ ἀκολουθία U 19 Ὀσσηνῶν U | δὲ] τε U 20 δεινοὶ] δῆλοι M | ὥρμηνται U 22 Ἀριηλίτιδος ist nicht zu beanstanden; der Name der Landschaft ist von Ἀριὴλ = Ἀρεόπολις vgl. Eusebius Onomasticon S. 36, 24ff (10, 17; 124, 16) Klostermann gebildet 23f ὑπερκειμένων χωρῶν *] ὑπερκειμένης χώρας GUM 24 ἡ < G U | καλουμένης)

218
δὲ τὸ γένος τῶν Ὀσσαίων ἑρμηνεύεται διὰ τῆς ἐκδόσεως τοῦ ὀνόματος στιβαρὸν γένος.

συνήφθη δὲ τούτοις μετέπειτα ὁ καλούμενος Ἠλξαΐ ἐν χρόνοις βασιλέως Τραιανοῦ μετὰ τὴν τοῦ σωτῆρος παρουσίαν, ὃς ἐγένετο ψευδοπροφήτης· συνεγράψατο δὲ οὗτος βιβλίον δῆθεν κατὰ προφητείαν ἢ ὡς κατὰ ἔνθεον σοφίαν· φασὶ δὲ καὶ ἄλλον τινὰ Ἰεξαῖον εἶναι ἀδελφὸν τούτου.

γέγονε δὲ οὗτος ὁ ἄνθρωπος πεπλανημένος τὸν τρόπον ἀπατηλὸς τὴν γνώμην, ἀπὸ Ἰουδαίων ὁρμώμενος καὶ τὰ Ἰουδαίων φρονῶν, κατὰ νόμον δὲ μὴ πολιτευόμενος, ἕτερα ἀνθ᾿ ἑτέρων παρεισφέρων καὶ [τὴν] ἰδίαν αὑτῷ πλάσας,