Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

πόθει· δὲ οὐκ ἔχομεν δεῖξαι περὶ τῆς ἀκολουθίας, ὡς ἔτι καὶ δεῦρο τὰ λείψανα τῆς τοῦ Νῶε λάρνακος δείκνυται ἐν τῇ τῶν Καρδυαίων χώρᾳ.

καὶ πάντως δὲ εἰ ἐπιζητήσειέ τις καὶ ἀνερευνήσειε, καὶ τὰ λείψανα τοῦ θυσιαστηρίου (ἐπείπερ ἀκόλουθόν ἐστιν) εὕροι ἂν ἐν τῇ ὑπωρείᾳ τοῦ ὄρους, ὅπου ἔμεινε Νῶε ἐξελθὼν ἀπὸ τῆς κιβωτοῦ καὶ προσενέγκας ἀπὸ τῶν ζῴων τῶν καθαρῶν καὶ τῶν στεάτων κυρίῳ τῷ θεῷ [ὅτε] ἤκουσεν »ἰδοὺ δέδωκά σοι τὰ πάντα ὡς λάχανα ἀγροῦ, θῦσον καὶ φάγε«.

παρελεύσομαι δὲ καὶ ταύτης πάλιν τὸ ἐπείσακτον καὶ ἠλίθιον τῆς αἱρέσεως, ἀρκεσθεὶς ταῖς προειρημέναις ὀλίγαις λέξεσιν, ἐνσπαρείσαις ὑπὸ τῆς ἡμῶν βραχύτητος ἐνταῦθα πρὸς ἀντίθεσιν τῆς πλάνης τῆς προειρημένης αἱρέσεως.

Μετὰ ταύτην πάλιν ἄλλη τις αἵρεσις ταύταις παραπεπλεγμένη, ἡ τῶν Ὀσσαίων καλουμένη. Ἰουδαῖοι δὲ οὑτοι ὡς καὶ αἱ προειρη- μέναι, ὑποκριταὶ τὸν τρόπον δεινοὶ τὴν ἐπίνοιαν.