Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

οὔτε γὰρ Ὠκεανὸς οὔτε πάντα τὰ ῥεῖθρα καὶ πελάγῃ, ποταμοί τε ἀένναοι καὶ πηγαὶ πᾶσά τε ἡ ὀμβροτόκος φύσις συνελθοῦσαι δύνανται ἁμαρτήματα ἀφανίσαι, ἐπειδήπερ οὐ κατὰ λόγον οὐδὲ ἐκ προστάγματος θεοῦ γίνεται· μετάνοια γὰρ καθαρίζει καὶ τὸ ἓν βάπτισμα διὰ τῆς τῶν μυστηρίων ὀνομασίας.

παρελεύσομαι δὲ καὶ ταύτην, αὐτάρκως ἡγησάμενος τὸ ἐν ὀλίγῳ τὸ] ἀλέξημα τῆς αὐτῶν φρενοβλαβείας ὑποδείξας, ὡς ἐνταῦθα τοῖς ἐντυγχάνουσι συντέτακται.

Ἑξῆς δὲ ἐπιβαλοῦμαι διηγεῖσθαι τὰ κατὰ τὴν αἵρεσιν τὴν μετὰ τοὺς Ἡμεροβαπτιστὰς καλουμένην τῶν Νασαραίων, οἵτινες Ἰουδαῖοί εἰσι τὸ γένος, ἀπὸ τῆς Γαλααδίτιδος καὶ Βασανίτιδος καὶ τῶν ἐπέκεινα τοῦ Ἰορδάνου ὁρμώμενοι, ὡς ὁ εἰς ἡμᾶς ἐλθὼν παριέχει λόγος, ἐξ αὐτοῦ δὲ τοῦ Ἰσραὴλ οὖσα, ἥτις τὰ πάντα ἰουδάϊζεν, μηδὲν περαιτέρω φρονοῦσα σχεδὸν τῶν προειρημένων.