Panarion (Adversus Haereses)
Epiphanius
Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.
2. Πρὸς ταύτην δὲ καὶ αὐτὴν ἐξ ἑνὸς λόγου ἡμῖν ἀνατροπὴ γενήσεται, ὅτι ἀπιστίας παρ᾿ αὐτοῖς μᾶλλον ἢ πίστεως οἱ λόγοι. ἐλέγχει γὰρ αὐτοὺς ἡ συνείδησις αὐτῶν καθ᾿ ἑκάστην ἡμέραν βαπτιζομένων, ὡς ὅτι ἡ ἐλπὶς τῆς χθὲς ἡμέρας παρ’ αὐτοῖς τέθνηκεν, ἡ πίστις τε καὶ ὁ ἁγνισμός.
εἰ μὲν γὰρ ἑνὶ βαπτίσματι ἐστοίχουν, ἄρα ἐθάρρουν τούτῳ ὡς ζῶντι καὶ ἀθανάτῳ ὄντι εἰς τὸν αἰῶνα· ὁπότε δὲ σήμερον μὲν ἐλούσαντο, οὐχ ἕνεκεν πλύσεως σώματος ἢ ῥύπου, ἀλλ’ ἕνεκεν ἁμαρτημάτων, ἄρα κατ᾿ αὐτοὺς ἐκαθαρίσθη· αὐθις δὲ τῇ ἑξῆς πάλιν λουόμενοι ἀπεφήναντο τὸ παρελθὸν ἐν τῇ χθὲς τεθνάναι [*](3ff Ἡμεροβαπτισταὶ Hegesipp bei Eusebius h. c. IV 22, 7; S. 372, 11 Schwartz Clement. Hom. 11 23; S. 28, 6 Lagarde (Justin dial. 80; S. 280 Otto Const. apost. VI 5; S. 315, 3ff Funk); vgl. W. Brandt, Die jüdischen Baptismen (Beihefte ZAW 18) 1910 S. 50 f GU M) [*](1 σοφαῖς] φωναῖς U 2 ἀντοπῆσαι M | Unterschrift κατὰ φαρισαίων G 3f κατὰ ἡμεροβαπτιστῶν, ἀπὸ τοῦ (τοῦ < M) Ἰουδαϊσμοῦ τετάρτη (δ M), ἀκολουθίας ἑπτακαιδεκάτη ιζ M) G M κατὰ ἡμεροβαπτιστῶν, τετάρτη αἵρεσις ἀπὸ τοῦ Ἰουδαϊσμοῦ, ἑπτακαιδεκάτη δὲ τῆ ἀκολουθία U 5f καλουμένων *] καλουμένη GUM 8 τῶν] τῆς? * | ἀναστάσεως ἀρνήσει *] ἀναστάσει μόνον GUM 8f τῇ ἐν *] καὶ GUM 9 ἦν < U 10 ὥστε] ὡς U 11 GU 12 ἡ αἵρεσις < GU | ἄλλως < G + πῶς U | ζωὴν G G βαπτίσοι M 15 αὐτῆς G 18 τέθνηκεν παρ’ αὐτοῖς G 18f vor ἡ πίστις + καὶ U 10 vor ἑνὶ + ἐν U 21 οὐκ M | ἢ ῥύπου < U 22 αὑτοὺς G | ἐκαθαιρίσθη M 23 παρελθόν + τι M | τεθνήκει G)
καὶ εἰ ὅλως οὐκ ἀπέχονται τοῦ ἁμαρτάνειν, νομίζοντες ὅτι τὸ ὕδωρ καθαρίσει τοὺς ἐνδελεχῶς καθ’ ἑκάστην ἁμαρτάνοντας, μάταιος αὐτῶν ἡ ὑπόνοια καὶ τὸ ἐπιτήδευμα φροῦδον καὶ ἕωλον.