Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

ἐσχάτη δὲ αὐτοῖς ἀπορία καὶ ἠλιθιότης οὐχ ἡ τυχοῦσα, τοῖς καὶ ἀνάστασιν ὁμολογοῦσιν καὶ κρίσιν δικαίαν ὁριζομένοις. πῶς γὰρ δύναται κρίσις εἶναι καὶ εἱμαρμένη;

δυοῖν γὰρ ἀνάγκη θάτερον, ἢ γενέσεως ὑπαρχούσης μὴ εἶναι κρίσιν διὰ τὸ τὸν πράττοντα οὐκ ἀφ᾿ ἑαυτοῦ πράττειν, ἀλλὰ κατὰ ἀνάγκην ἐπικρατείας τῆς πεπρωμένης,

ἢ ὅτι] κρίσεως ὑπαρχούσης καὶ ἐν ἀληθείᾳ ἐπαπειλουμένης καὶ νόμων δικαζόντων καὶ τῶν τὸ πονηρὸν δρώντων δίκην ὑπεχόντων — νόμου τε ὁμολογουμένου δικαίου καὶ κρίσεως θεοῦ ἀληθεστάτης — ἀργεῖν τὴν πεπρωμένην καὶ μὴ ἔχειν ὅλως σύστασιν τὸ παράπαν·

4. ὁπότε διὰ τὸ δύνασθαι ἁμαρτεῖν καὶ μὴ ἁμαρτεῖν τὸν μὲν διὰ τὰ ἁμαρτήματα δίκην ἀπαιτεῖσθαι, τὸν δὲ ἔπαινον ἀπεκδέχεσθαι διὰ τὸ εὖ πεπραχέναι ὥρισται καθ᾿ ἑκατέρων τὸ διάφορον.

ὡς καὶ μιᾷ φωνῇ † δικαίᾳ λέγειν συντόμῳ ἀληθείᾳ [*](12 Hinweis auf eine verlorene Schrift des Epiph. — 13f vgl. haer. 5, 3, 1 ff; S. 184, 27 V Μ) [*](1 σαρατάμ V | θεβουλά Μ | > ßmann] μωμοζάνη V μωμαζανὴ Μ (Archetypus μωζάνη) | ἀκραὰβ Μ | καὶ σὲτ Μ | δαδλί V | διγγίμ M 4 τελαα V τέλλα M | σήρ Μ 5 σαράτιν Μ | ἀρί] ἄρτι V ἀρί V corr 6 ἀκρο V ἀκραάβ | κεσὲ Μ | αἰγουκὲρων Μ | ὑδριχόον M | δαλι V 7 διγγίμ M 8 εἰς] εἰ Μ 9f φρενοβλαβῆ////, ν wegradiert V 11 ἀσυστατοῦσα M 19 δύναται + <ἅμα> ? * 21 κατὰ < V 22 [ὅτι] * 25 ἔχων Μ καὶ ὡς M | μιᾷ φωνῇ, zum Sinn vgl. S. 213, 9 | † δικαίᾳ λέγειν] lies etwa ἀποδεικτέον *)

213
<τῇ> διὰ Ἠσαΐου τοῦ προφήτου ἐκ προσώπου κυρίου εἰρημένῃ »ἐὰν θέλητε καὶ εἰσακούσητέ μου, τὰ ἀγαθὰ τῆς γῆς φάφεσθε· ἐὰν δὲ μὴ θέλητε μηδὲ εἰσακούσητέ μου, μάχαιρα ὑμᾶς κατέδεται.

τὸ γὰρ στόμα κυρίου ἐλάλησε ταῦτα«. ὥστε παντί τῳ δῆλόν ἐστι καὶ σαφὲς καὶ ἀναμφίβολον, ὡς τὸ αὐτεξούσιον παρέσχετο ὁ θεὸς <ὁ> δι᾿ αὑτοῦ τό »ἐὰν θέλητε καὶ ἐὰν μὴ θέλητε«, ὡς περὶ τὸν ἄνθρωπον εἶναι τὸ ἀγαθοεργεῖν ἢ τὸ φαύλων ἐφίεσθαι πραγμάτων.

ἄρα τοίνυν ἔσφαλται ἡ διάνοια τῶν γένεσιν εἶναι νομισάντων καὶ μάλιστα Φαρισαίων· οἷς ἐπιφωνητέον ἐστὶ πυκνότερον καὶ πολλαχῶς, οὐ διὰ μιᾶς φωνῆς ἀλλὰ πολλάκις τὰ παρὰ τοῦ σωτῆρος πρὸς αὐτοὺς εἰρημένα »οὐαὶ ὑμῖν, Γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι καταλελοίπατε τὰ βαρέα τοῦ νόμου, τὴν κρίσιν καὶ τὸν ἔλεον, καὶ ἀποδεκατοῦτε τὸ ἄνηθον καὶ τὸ ἡδύοσμον καὶ τὸ πήγανον, καὶ καθαρίζετε τὸ ἐκτὸς τοῦ ποτηρίου καὶ τοῦ πίνακος, τὸ δὲ ἐντός ἐστι μεστὸν ἀκαθαρσίας καὶ ἀκρασίας.