Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

Ταύταις ταῖς δυσὶν αἱρέσεσιν κατ᾿ ἀκολουθίαν συνῆπται ἡ τῶν Φαρισαίων αἵρεσις ἄλλη τις· οἵτινες τὰ αὐτὰ τούτοις ἐφρόνουν, Γραμματεῦσι δέ φημι τοῖς ἑρμηνευομένοις νομοδιδασκάλοις· συνῆσαν γὰρ αὐτοῖς καὶ οἱ Νομικοί.

ἄλλα δὲ καὶ παρὰ τούτους πάλιν οἱ Φαρισαῖοι ἐφρόνουν, πολιτείας μείζους ἔχοντες. τινὲς μὲν γὰρ αὐτῶν, ὅτε ἤσκουν καὶ ὥριζον δεκαετίαν ἢ ὀκταετίαν ἢ τετραετίαν ὁμοίως παρθενίας ἢ ἐγκρατείας, συνεχῶς εὐχόμενοι πυκνότερον ἀγῶνα τοῦτον ἐνίσταντο διὰ τὸ δῆθεν μὴ σωματικόν τι παθεῖν ἢ κλαπῆναι δι ὀνειράτων ἀηδῆ ῥύσιν σώματος ἀπεργαζομένων.