Ancoratus

Epiphanius

Epiphanius. Epiphanius, Volume 1. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915.

5

Ἐπιστολὴ γραφεῖσα εἰς Παμφυλίαν τοῖς περὶ τὸν πρεσβύτερον Ματίδιον καὶ Ταραντῖνον καὶ Νέωνα καὶ Νουμισιανὸν Σουέδρων καὶ Παλλάδιον πολιτευόμενον περὶ πίστεως πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος καὶ ἄλλων μερῶν τῆς πίστεως, ἀυαστάσεώς τε νεκρῶν φημι καὶ ἐνανθρωπήσεις Χριστοῦ, ἐν ἐνενηκοστῷ ἔττει Διοκλητιανοῦ ἐν μηνὶ Ἰουλίῳ, περὶ ὧν ἐν ταῖς ἑαυτῶν ἐπιστολαῖς ᾔτησαν, ὡς ἐν αὐταῖς ἐμφέρεται καὶ εἰσὶ προτεταγμένα.

Τοῖς κυρίοις μου καὶ τιμιωτάτοις ἀδελφοῖς καὶ συμπρεσβυτέροις, Ματιόίῳ καὶ Ταρσίνῳ καὶ > καὶ Νουμεριανῷ καὶ λοιποῖς πᾶσι τοῖς σὺν ὑμῖν καὶ τοῖς ποθεινοτάτοις τέκνοις ἡμῶν, Παλλαδίῳ καὶ Σευηριανῷ, τοῖς τὸν ἀγαθὸν ζῆλον ἐζηλωκόσι καὶ τὸν μακάριον καὶ περιπόθητον βίον ἑαυτοῖς ἑαυτοῖς ὀρθο- δόξου τε πίστεως καὶ τελείας συγκαταβάσεως τοῖς τὸ παρὰ τοῦ σωτῆρος εἰρημένον πληροῦσι, τό »εἰ θέλεις τέλειος εἶναι, πώλησόν σου τὰ ὑπάρχοντα καὶ δὸς πτωχοῖς‘ καὶ τό ἐπώλουν τὰ ὑπάρχοντα αὐτῶν καὶ ἐτίθουν παρὰ τοὺς πόδας τῶν ἀποστόλων«, καὶ ὅσα εἰσὶ καίρια καὶ ἀμαχώτατα ἐν ἡμῖν προσπορίσασθαι ταῖς ἑαυτῶν ψυχαῖς προστιθεμέΙνοις, Ἐπιφάνιος ὁ ἐλάχιστος τῶν ἐπισκόπων καὶ οἱ σὺν ἐμοὶ ἀδελφοὶ ἐν κυρίῳ θεῷ χαίρειν.