Ancoratus

Epiphanius

Epiphanius. Epiphanius, Volume 1. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915.

διὰ τοῦτο ὥσπερ ἐν ἀστάτῳ σάλῳ καὶ χαλεπῷ συσχεθέντες μηδένα > τῶν παρ’ ἡμῖν ἱκανὸν εὑρεῖν δυνηθέντες τὸν διαλύσοντα τὰ ζητούμενα καὶ τὴν ὑγιῆ πίστιν ἡμῖν ἐκθέσθαι δυνάμενον, ἐπὶ τὴν σὴν θεοσέβειαν ἀνενέγκαι τὸ πρᾶγμα | ἠπείχθη- μεν, τὴν φωνὴν ταύτην εἰκότως καὶ αὐτοὶ ἀφιέντες· »ἐπιστάτα, σῶσον «.

δεόμεθα οὖν τῆς ἀνυποκρίτου σου καὶ ὀρθῆς πίστεως, ἥν προλαβοῦσα ἀγαθὴ φήμη καὶ μέρτυρες ἀξιόπιστοι μαρτυποῦσι καὶ ἀνακηρύττουσι· καταζίωσον, εἰς τοῦτο παρὰ τοῦ σωτῆρος τεταγμένος, ἀνεξικάκως τὴν παράκλησιν ἡμῶν δέξασθαι καὶ θελῆσαι ἱεροῖς συγγράμμασι διὰ πλατυτέρου καὶ σαφεστέρου διηγήματος τὴν τῆς ἁγίας τριάδος τριάδος ἐκθέσθαι πίστιν καὶ ταῦτα ἡμῖν ἀποστεῖλαι, πρὸς τὸ καὶ ἡμᾶς ἐν ταύτῃ βεβαιωθέντας τυχεῖν τῶν σπουδαζομένων καὶ τοὺς ἤδη ἐν αὐτῇ εὖ βεβηκότας ἀγαζλλιαθῆναι καὶ τοὺς σφαλλομένους εἰ δυνατὸν ἰαθῆναι καὶ »τὸν θεὸν ἐν πασι δοξασθῆναι«.

[*](7 Luk. 8, 24 Matth. 8, 25 — 15 f | Petr. 4, 11 L J V)[*](1 κυριότητι + τοῦ πατρὸς καὶ τοῦ υἱοῦ ν 2 τετάχθαι σχήματι] τάξει τε· τάχθαι ν | ἔτι < LJ 3 διαλαμβανόντων *] διαλαμβάνουσι LJy 4 τε) | ἡμῶν L 5 τὸν < L J | ὑγιῆ] ὀρθὴν v 5 f ἐκθέσθαι ὑμῖν ν 6 σὴν + ἐμοῦ κυρίου V | ἀνενέγκαι] ἀναπέμψαι v 9 μαρτυροῦσι καὶ < v | V 9 f καταξιῶσαι L J 12 πίστιν ἐκθέσθαι ν 13 ταῦτα] ταύτην LJ 14 εὖ βεβηκότας] εὐσεβηκότας L J)