Ancoratus

Epiphanius

Epiphanius. Epiphanius, Volume 1. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915.

86. Αλλὰ καὶ οἱ ἐκ τῶν αἱρέσεων ὸρμώμενοι αδελφὰ τούτοις ᾄδουσι καὶ συνῳδὰ τῆς ἀπιστίας ἐν τῷ τινὰς μὲν τῶν αἱρετικῶν, τῶν Μανιχαίων <φημί> λέγειν οὐ σώματος, άλλὰ ψυχῆς ανάστασιν ἔσεστθαι, ὡσαύτως δὲ καὶ τοὺς προειρημένους Ἕλληνας τὸ αὐτὸ νομίζειν τε καὶ συνδοξάζειν, ὡς εἶναι τὸν λόγον αὐτῶν ληρώδη μᾶλλον ῆπερ ἐκ συνέσεως προβαλλόμενον.

ἐὰν γὰρ ἀνάστασιν εἴπωσιν αἱ αἱρέσεις καὶ ὃλως άνάστασιν ὴγοῦνται, περὶ ψυχῶν δὲ τοῦτο ὁρίζωνται, εὔηθές ἐστι τὸ τοιοῦτον. πῶς γὰρ ψυχὴ ἀναστὴσεται ἡ μὴ πεπτωκυῖα; οὐ γὰρ θάπτομεν τὰς ψυχὰς ἐν τοῖς μνημείοις, ἀλλὰ τὰ σώματα.

ψυχαὶ γὰρ οὐ πίπτουσιν, ἀλλ’ αἱ σάρκες· ὡς καὶ ἡ συνήθεια εἴωθε καλεῖν τὰ νεκρὰ σώματα πτώματα τοίνυν εἰ άνάστασις παῥ αὐτοῖς ὸμολογεῖται, παντί τῳ δῆλόν ἐστιν <ὅτι>

οὐ ψυχῆς, ἀλλὰ σώματος τοῦ πεπτωκότος. Ἓλληνες δὲ πάλιν ἐλέγχονται <οἱ> τῆς ἀναστάσεως ἀρνούμενοι. ἀποφέροντες <γὰρ> τὰ μνήματα βρώματά τε καὶ πόματα ἐν ταῖς πανδήμοις καλουμέναις ἡμέραις ὸλοκαυτοῦσι μὲν τὰ ἐδέσματα σπένδουσι δὲ τοὺς οἴνους, μηδὲν μὲν τοὺς νεκροὺς ὠφελοῦντες ἑαυτοὺς δὲ μᾶλλον βλάπτοντες.

πλὴν ἀναγκάζονται ἀπὸ τῆς συνηθείας ὁμολογεῖν τὴν τῶν νεκρῶν ἀνάστασιν. ἔνθα γὰρ ἐτέθη τὰ σώματα τῶν τελευτησάντων παραγίνονται καὶ προσφωνοῦσι τοῖς τεθαμμένοις νεκροῖς ἐξ ὀνόματος·