Ancoratus

Epiphanius

Epiphanius. Epiphanius, Volume 1. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915.

τινὲς γὰρ δολιεύονται καὶ οὓτως νομίζουσι τὴν θεότητα. ἡμεῖς δὲ οὐχ οὕτως ἐμάθομεν, ἀλλ᾿ ἰδοὺ ὁ πατὴρ ἐν οὐρανῷ διὰ φωνῆς μαρτυρεῖ, ἰδοὺ ὁ υἱὸς ἐν Ιορδάνῃ, ἰδοὺ τὸ πνεῦμα τὸ πνεῦμα ἐν εἴδει περιστερᾶς κατερχόμενον ἐσχηματίζετο· ἀλλὰ καθ’ ἑαυτὸ ἐσχηματίζετο, καθ᾿ ὲαυτὸ ὑπόστασις ὄν, οὐκ ἀλλοία παρὰ τὴν τοῦ πατρὸς καὶ υἱοῦ, ἀλλὰ τῆς αὐτῆς οὐσίας, ὑπόστασις ἐξ ὑποστάσεως τῆς αὐτῆς πατρὸς καὶ υἱοῦ καὶ ὰγίου πνεύματος.

<καὶ> πάλιν πάλιν ἰδοὺ πατὴρ κάθηται ἐν οὐρανῷ, *. τὸ δὲ κάθηται μὴ πάλιν ὑπολάμβανε άνθρωπίνως, ἀλλ᾿ άνεκδιηγήτως καὶ ἀκαταλήπτως ἔχε. καὶ οὐκ εἶπεν, ἀνῆλθεν ὁ υἱὸς εἰς τὸν πατέρα, ἀλλ᾿ ἐκάθισεν ἐν δεξιᾷ τοῦ πατρός«.

καὶ πάλιν περὶ τοῦ πνεύματος τοῦ ἁγίου λέγων ὁ μονογενὴς ἐδίδασκεν »άπέρχομαι, κἀκεῖνος ἐλεύσεται, τὸ πνεῦμα τὸ ἄγιον, τὸ πνεῦμα τῆς ἀληθείας. ἐὰν μὴ ἐγὼ ἀπέλθω, κἀκεῖνος οὐκ ἔρχεται«. εὶ δὲ ἦν τὸ πνεῦμα συναλοιφὴ αὐτῷ τῷ υἱῷ, οὐκ ἄν ἔλεγεν »ἀπέρχομαι κἀκεῖνος ἔρχεται«, ἀλλ᾿ ἵνα δείξῃ ὑπόστασιν καὶ ὑπόστασιν. μία δέ ἐστι θεότης εἶς θεὸς μία ἀλήθεια.