Ancoratus

Epiphanius

Epiphanius. Epiphanius, Volume 1. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915.

58. Οὗτος τοίνυν ὁ Ἀδὰμ ἐν τῷ παραδείσῳ ἐτέθη καὶ ἔφαγεν ἀπὸ τοῦ ξύλου. ὁ δὲ παράδεισος, φησίν »ἐν Ἐδὲμ κατὰ ἀνατολάς‘· πηγὴ δὲ ἀνέβαινεν ἐξ Ἐδέμ«, καὶ οὐκ εἶπε »κατέβαινεν«, ἱνα μὴ νομίσωμεν ἐν οὐρανῷ εἶναι τὴν Ἐδέμ. εἰ γὰρ ἐν οὐρανῷ ἠν, ἄνωθεν ἂν εἶπε »κατέρχεται« πηγή. ἀλλὰ <καί> φησι ποταμὸς ἐκπορεύεται Ἐδέμ«· καὶ οὐκ εἶπε κατέρχεται.

οὑτος »ἀφοσρίζεται εἰς τέσσαρας ἀρχάς. ὄνομα τῷ ἑνὶ φεισών«, καὶ ὁρῶμεν τὸν Φεισὼν ἐπ' ὄφεσιν ἡμῶν. καὶ Φεισὼν μέν ἐστιν ὁ Γάγγης παρὰ τοῖς Ἰνδοῖς καλούμενος καὶ Αἰθίοψιν, Ἕλληνες δὲ τοῦτον καλοῦσιν Ἰνδὸν ποταμόν. πᾶσαν γὰρ τὴν Εὐιλὰτ περικυκλοῖ«, τὴν μικρὰν Αἰθιοπίαν καὶ τὴν μεγάλην, τὰ μέρη τῶν Εὐιλαίων, διαπερᾷ δὲ τὴν μεγάλην Αἰθιοπίαν καὶ πίπτει εἰς τὸν νότον καὶ δύνει ἔσωθεν Γαδείρων εἰς τὸν μέγαν Ὠκεανόν.

[*](10 ff vgl. ep. ad Joh. episc. Hieros. = Hieronymi ep. 51, 5,5 (CSEL 54, 1 S. 404, 15 ff Hilberg) — 11 Gen. 2, 8 — 12 Gen. 2, 6 — –15 Gen. 2, 10 f — –21 vgl. de duod. gemmis 16 u. 25 (CSEL 3511 S. 747, 27 ff u. 750, 7 ff Günther) — 18 f Gen. 2)[*](L J –S. 69, 2 Anast. Sin. quaest. 23; Migne 89, 540 –541 B 1 οὐδὲ] οὐχ L 2 * etwa <τὸδὲ ἄπειρον> * 3 * etwa ἀλλ’ ὄμοιά > * | ἠθέλησε J 4 τόδε J 5 ἐν ᾡ *j ὡς L J 6 ὅταν] ὅτι J 7 <σῶμα> 8 λόγον < J 10 οὕτω Anast. Sin. | vor ὁ Ἀδὰρ + καὶ Anast. τεθεὶς ἐν τῷ παραδείσῳ τῆς τρυφῆς ἔφαγεν Anast. Sin. 12 f νομίσωμεν] νοήσωμεν Anast. Sin. 13 ἐν οὐρανῷ 1] ἐξ οὐρανοῦ J 13 f ἂν εἶπε] εἶχεν εἰπεῖν ὅτι Anast. Sin, 14 πηγὴ < Anast. Sin. 1 <καί> * 15 οὐκ εἶπε — οὗτο < Anast. L J dividitur ep. ad Joh. episc. 16 τῷ] δὲ J 16 f καὶ ὁρῶμεν — μέν ἐστιν < Anast. Sin. 16 ὁρῶμεν] ἑωρῶμεν? *, vgl. die zu S. 68, 1 ührte aus der ep. ad Joh. ep.; doch beachte ὁρῶμεν S. 69, 3 17 — 18 freier gestaltet bei Anast. Sin. 19 Αἰθιοπίαν < J 20 Εὐιλαίων *, nach de duod. gemmis (CSEL 3511 S. 748, 27 ünther)] Ἐλλυμαίων LJ Εὐιλέων· Εὐιλέους δέ φησιν εἶναι τοὺς ἐσωτάτους Ἰνδοὺς Anast. Sin. 21 δύνει Ausgg., vgl. S. 68, 8] δύει LJ δύσιν Anast. Sin. | Ὠκεανὸν + τὸν κυκλοῦντα πᾶσαν τὴν γῆν Anast. Sin.)
68

δεύτερος ποταμὸς »Γεών«. καὶ αἰσθητὸν ὁρῶμεν τὸν ποταμὸν καὶ οὐκ ἀλληγορούμενον· οὑτος γὰρ ὁ κατὰ τὴν Αἰθιοπίαν κατερχόμενος καὶ διαπερῶν τὴν μικρὰν Αἰθιοπίαν, Ἀνουβῖτίν τε καὶ Βλεμμύαν καὶ Α'ξωμῖτιν καὶ ἐπικλύζων τὰ μέρη Θηβαΐδος καὶ Αἰγύπτου εἰς τὴν θάλασσαν ταύτην ἐκπίπτει. εἰ τις ἀπιστεῖ, ἀκουέτω τοῦ Ἰερεμίου λέγοντος »ἵνα τί ὑμῖν καὶ τῇ γῇ Αἰγύπτου τοῦ πιεῖν ὕδωρ Γεὼν τὸ τεθολωμένον«;

τρίτος‘ ξησί »ποταμὸς Τίγρης, ὁ πορευόμενος κατέναντι τῶν Ἀσσυρίων‘ «· διατέμνει γὰρ τὰ μέρη τῆς Ἀνατολῆς καὶ δύνει ὑπὸ τὴν γῆν καὶ ἀνίσχει ἀπὸ τῆς Ἀρμενίας κατὰ μέσον Καρδυαίων καὶ Ἀρμενίων καὶ ἀναπηγάζει πάλιν καὶ διατέμνεται εἰς τὴν τῶν Ἀσσυρίων γῆν.

ἀλλὰ καὶ ὁ ποταμὸς ὁ τέταρτος Εὐφράτης, ὡσαύτως ὁμοίως τῷ αὐτῷ τρόπῳ δύνων ὑπὸ τὴν γῆν ἀνέρχεται ἀπὸ τῆς Αρμενίας καὶ οὕτως ἐπικλύζει τὴν Περσίδα. εἰ τοίνυν οὐκ οὐκ ἔνι παράδεισος [*](D153) αἰσθητός, οὐκ ἐνι πηγή· εἰ οὐκ ἔνι πηγή, οὐκ ἔνι ποταμός· εἰ οὐκ ἔνι ποταμός, οὐκ εἰσὶ τέσσαρες ἀρχαί · εἰ οὐκ ἔνι Φεισών, οὐκ ἔνι Γεών, οὐκ ἔνι Τίγρης· εἰ οὐκ ἔνι Τίγρης, οὐκ ἔνι Εὐφράτης·

εἰ οὐκ ἔνι Εὐφράτης, οὐκ ἔνι συκῆ, οὐκ ἔνι φύλλα, οὐκ ἔνι Ἀδάμ, οὐκ ἔνι > φαγεῖν, οὐκ ἔνι Εὔα· εἰ οὐκ ἔνι Εὔα, οὐκ ἔφαγεν ἀπὸ τοῦ ξύλου· εἰ οὐκ ἔφαγεν ἀπὸ τοῦ ξύλου, οὐκ ἔνι Ἀδάμ·

εἰ οὐκ ἔνι Ἀδάμ, [*](1 Gen. 2, 13; zu ὁρῶμεν vgl. ep. ad Joh, episc. Hieros. = Hieronymi ep. 51, 5, 6 (CSEL 54, 1 S. 404, ISf Hilberg) ego, ego vidi aquas Geon, aquas quas his oculis carnis aspicerem — 6 Jerem. 2, 18 — 7 Gen. 2, 14 — 11 vgl. Gen. 2, 14 — 13 ff vgl. ep. ad Joh. episc. Hieros. = Hieronymi ep. 51., 5, 6 (CSEL 54, 1 S. 405, Iff Hilberg) L J Anast. Sin.) [*](1 Γεών + ὁ καὶ Νεῖλος Anast. Sin. 1 f καὶ αἰσθητὸν — οὗτος γὰρ ὁ < Anast. Sin. 1 ἑωρῶμεν? * vgl. zu S. 67, 16 3 Ἀνουβίτην J Anast. Ἀ]νουβίτιδα Marquart; jedenfalls ist Nubien gemeint | Βλεμενίαν J Βλεμμίαν L 4 Ἀξωμῖτιν *] ἀυζωμίτιν L ἐξωμίτιν J Ἀξονίτην Anast. Sin. Azomitorum de duod. gemmis 20 (CSEL 35 II S. 748, 25 ünther) | vor εἰς + καὶ L J 5 ἐκπίπτων J | < Anast. Sin. 6 ἡμῖν L J | τὸ < Anast. Sin. 7 Anast. Sin. | ποταμὸς < Anast. Sin. | ὁ < L 8 διατέμνει γὰρ] Sin. 1 δύνων Anast. Sin. 9 Καρδυαίων] Καρδιέων L J 10 διατέμνεται] ἀνατέμνεται J ἀνατέλλεται? * 11 γῆν < Anast. Sin. | ἀλλὰ καὶ ὁ ποταμὸς < 11 f ὡσαύτως — τρόπῳ] ὁμοίως καὶ οἶτος Anast. Sin. 12 ὁμοίως] ὁρατὸς? Elosterm. 13 καὶ οὕτως ἐπικλύζει] ἐπικλύζων Anast. Sin. 14 αἰσθητὸς + ἐπὶ γῆς Anast. Sin. 14 — 17 οὐκ ἔνι πηγή — οὐκ ἔνι Ἀδάμ bei Anast. Sin. zusammengezogen: πάντως οὐδὲ πηγὴ οὐδὲ ποταμός, οὐ τέσσαρες ἀρχαί, οὐδὲ συκῆ, οὐδὲ ξύλον. εἰ οὐκ ἔνι ξύλον, οὐκ ἔνι Εὔα ἡ ἐξ αὐτοῦ φαγοῦσα. εἰ οὐκ ἔνι Εὔα, οὐδὲ Ἀδάμ 16 οὐκ ἔνι Τίγρης 1 J 18 <τὸ> * | εἰ — Εὔα J 19 <)

69
οὐκ εἰσὶν ἄνθρωποι, ἀλλὰ μῦθος λοιπὸν ἡ ἀλήθεια καὶ ἀλληγορεῖται τὰ πάντα. ἔστι τοίνυν Ἀδάμ· ἔσμεν γὰρ ἐξ αὐτοῦ, τὸ γένος αὐτοῦ ὄντες πάντες κατὰ διαδοχήν, καὶ ὁρῶμεν αὐτὸν διὰ τοῦ πλήθους ἐν τῇ διαδοχῇ.