Ancoratus

Epiphanius

Epiphanius. Epiphanius, Volume 1. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915.

44. Ἀλλὰ καὶ φύσει καὶ παρὰ τοῖς ἑρμηνευταῖς οὐχ οὕτως ἐκδέδοται ἡ λέξις. Ἀκύλας μὲν γάρ φησι κύριος ἐκτήσατό με«, ἐπειδήπερ ἐν τῷ Ἑβραϊκῷ λέγει »ἀδωναὶ κανανί· ὅπερ τοῦτο ἑρμηνεύεται ὅπερ εἰρήκαμεν. καὶ ἡμεῖς δὲ κατὰ τὴν συνήθειαν λέγομεν περὶ τῶν γεννωμένων »ἐκτήσατο τέκνα«.

ἀλλ’ οὐδὲ οὕτω τὴν δύναμιν τῆς ἑρμηνείας ἐσφράγισε. τὸ γὰρ ἀδωναῒ κανανὶ καὶ οὑτω δύναται ἑρμηνεύεσθαι κύριος ἐνόσσευσέ με«. καὶ διὰ τοῦτο ὁ Πέτρος σαφῶς διαγορεύει λέγων τοῦτον τὸν Ἰησοῦν, ὂν ὑμεῖς ἐσταυρώσατε«. οὐκ εἶπε τὸν ἄνωθεν θεὸν Λόγον, ἀλλὰ τοῦτον τὸν Ἰησοῦν‘ > τὴν σάρκα τὴν σὺν τῷ ἄνωθεν Λόγῳ ἐν γαστρὶ Μαρίας συνειλημμένην, τοῦτον δὲ λεγομένην διὰ τὸν ἀπὸ Μαρίας κυριακὸν ἄνθρωπον.

ἐν τούτῳ γὰρ καὶ τὸ † ἀποκτιζόμενον πληροῦται, ὥς φησι Πέτρος »θανατωθεὶς σαρκί, ζωοποιηθεὶς δὲ πενύματι« καὶ πάλιν Χριστοῦ οὖν ὑπὲρ ἡμῶν παθόντος σαρκί« καὶ πάλιν »ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα«, ὥς φησι Παῦλος.

καὶ αὐτὸς ὁ σωτὴρ ἔλεγεν ἐν τῷ εὐαγγελίῶ νῦν δέ με ζητεῖτε ἀποκτεῖναι ἄνθρωπον, ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα, ἣν ἤκουσα παρὰ τοῦ πατρός‘, ἵνα δείξῃ τὸ πάθος ἀπὸ τῆς ἀνθρωπότητος καὶ > κατωτέρω, αὐτὸν δὲ εἶναι ωυσικὸν υἱὸν τοῦ πατρὸς ἀπὸ τῶν ἄνωθεν.

συνᾴδει δὲ καὶ τούτῳ τῷ λόγῳ Παῦλος ὁ ἅγιος ἀπόστολος φάσκων »εἷς θεός, εἷς καὶ μεσίτης θεοῦ [*](3 vgl. Prov. 16, 7 — Joh. 1, 14 — 11 Prov. 8, 22 — 17 Act. 2, 36 — 22 I Petr. 3, 18 — I Petr. 4, 1 — 23 Rom. 9, 5 — 25 Joh. S, 40 — 29 I Tim. 2, 5 L J) [*](ὅτι *] τὸ L J 4 τε] δὲ L 6 ἐπὶ τὴν γῆν, ἐπεὶ] ἀπὸ τοῦ ἀεὶ L 8 ἐνεγέννησεν *] ἐγγενήσειεν J ἐγέννησεν L 10 καὶ < J 11 ἐκτίσατο 12 καναΐ J 13 δὲ] ? * 13 f γενομένων J καναΐ J 16 f διαγορεύη J 18 Ἰησοῦν] ὄντα J | <τουτέστιν> * 19 σὺν < J | 20 λεγομένην *] λεγόμενον L J 21 † ἀποκτιξόμενον] ἀποκτενόμενον? * 26 ἥν] ἰαὶ J 27 καὶ <τῶν *> κατωτρω] < J | εἶναι] εἰδέναι J 29 Παῦλος φάσκων vertaiischt J)

55
καὶ ἀνθρώπων, ἄνθρωπος Ἰησοῦς Χρωτός((, »ὃς οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβών«.

ὁρᾷς ὡς ἄνθρωπον αὐτὸν ἀπεφήνατο, ἀλλ' οὐ ψιλόν. τὸ γάρ μεσίτης θεοῦ καὶ ἀνθρώπων«, ἐπειδὴ τοῖς ἑκατέροις μεσιτεύει, πρὸς τὸν πατέρα αὐτοῦ θεὸς ὣν φύσει γνήσιος γεγεννημένος, πρὸς δὲ τοὺς ἀνθρώπους ἄνθρωπος φυσικὸς γνήσιος ἐκ Μαρίας δίχα σπέρματος ἀνδρὸς γεγεννημένος. οὕτω γάρ ἐστι μεσίτης θεοῦ καὶ ἀνρρώπων, θεὸς ὢν καὶ ἄνθρωπος γεγονώς, οὐ τραπεὶς τὴν φύσιν, ἀλλὰ κατὰ ἑκάτερα πρὸς τὰ ἀμφότερα μεσιτεύων.

45. Ἀλλὰ καὶ πάλιν ἀμαθάνοντές φασιν· ὁρᾷς ὅτι »οὐχ ἀρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ«. καὶ οὐδὲ τὴν κλῆσιν οἴδασιν οἱ φιλόνεικοι. οὐ γὰρ εἶπεν· οὐκ ἠθέλησε γενέσθαι ἴσος θεῷ δι' ἀρπαγμοῦ, ἀλλ »οὐχ ἁρπαγμὸν ἠγήσατο τὸ εἶναι ἴσα θεῷ«, τὸ θεὸς εἶναι φύσει, ὅτι ἠν.

εἰ μὴ γὰρ ἠν, πῶς μορφὴν δούλου ἔλαβε; καὶ <γὰρ τὸ πρόσφατον ἐσήμαινε καὶ ἐκ τούτου τὴν ὑπερβολὴν * θαυμάζων ἐδείκνυε, ὅτι καίπερ ὢν ἴσος θεῷ ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβών, οὐχ ἴνα τὸ ἐλεύθερον δουλώσῃ, ἀλλ’ <ἵνα> ἐν ἧ μορφῇ ἕλαβε ὑπακούοντας δούλους ἐλευθερώσῃ.

ὡς καὶ μαρτυροῦσιν Ἰουδαῖοι ὅτι οὐκ ᾐδεῖτο λέγειν <ἑαυτὸν> ἴσον θεῷ οὐδὲ ἐδίσταζεν, ἀλλὰ ἀπὸ * θαρραλεώτερον * οὕτω δεικνύειν ἐν τῷ λέγειν »ἐὰν μὴ εἴπω, ἔσομαι καθ' ὑμᾶς ψεύστης«· καὶ διὰ τοῦτό φασι πρὸς αὐτόν »δι ἀγαθὸν ἔργον οὐκ ἀποκτένομέν σε, ἀλλ' ὅτι ἄνθρωπος ὢν σεαυτὸν ποιεῖς ἴσον θεῷ«.

ἀλλά φασιν· ὀφείλομεν τὰ τροπικὰ > αὐτοῦ ὁμολογεῖν. καὶ πολλὰ τροπικὰ περὶ αὐτοῦ εἴρηκεν ἡ γραφὴ καὶ οὐ δεῖ ἀρνεῖσθαι τὰ εἰς αὐτὸν αἰνιγματωδῶς εἰρημένα, ὅτι καὶ θύρα κέκληται καὶ λίθος εἴρηται καὶ στῦλος καὶ νεφέλη καὶ λέων καὶ πρόβατον καὶ λύχνος καὶ λαμπὰς καὶ ἥλιος καὶ ἄγγελος καὶ σκώληξ καὶ πέτρα καὶ ἀκρογωνιαῖος καὶ ὁδὸς καὶ ταῦρος καὶ μόσχος καὶ τἀ τοιαῦτα.