Ancoratus

Epiphanius

Epiphanius. Epiphanius, Volume 1. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915.

4. Καὶ ὅρα μοι τὴν τῶν γραφῶν ἀκρίβειαν. ἔστι μὲν γὰρ ὁ πατὴρ φῶς, καὶ οὐ πρόσκειται τῷ περὶ πατρὸς φῶς ἀληθινόν· ἐπὶ δὲ τῷ περὶ υἱοῦ εἶπε φῶς ἀληθινὸν καὶ οὐδεὶς τολμᾷ ἄλλως λέγειν.

τίς γὰρ μεμηνὼς ἢ μᾶλλον φρενοβλάβειαν ἑαυτῷ συνάγων τολμήσει [*](1 Joh. 5, 31 — 2 Joh. 8, 14 — 3 Joh. 5, 36 — 4 Joh. 5, 46 — vgl. Joh. 5, 39 — 5 Joh. 5, 31 — 8 Joh. 8, 14 — 12 Rom. 8, 9 — Joh. 14, 17 — 14 Joh. 17, 3 — 15 vgl. Joh. 13, 25 — vgl. Joh. 1,18 — 17 vgl. Joh. 17, 3 — vgl. Joh. 1, 18 — 18 1 Joh. 1, 5 — 19 Joh. 1, 9 — 20 ff vgl. Panarion h. 69, 32 u. h. 62, 8 — 21 I Joh. 1, 5 — 22 Joh. 1, 9) [*](L J V (bis Z. 3 πατήρ) b 11 — 13 Siegel des Glaubens S. 26 Karapet (= arm.)) [*](2 ἐγὼ < V 4 περὶ ἐμοῦ < L J 6 δοξάζουσ|ν ἑαυτοὺς J | δοξασουσ| L ἑαυτοὺς δοξάσουσ| zweimal geschrieben L 8 ἐπὰν] ὅταν L J | εἴπῃ + ὅτ| b | κἂν + τε b 9 ἀνθρωπίνη J 10 > * | ἑαυτοῦ LJ 11 τοίνυν x003C; ann. | ἀληθ|νὸν] tvahrer Gott arm. 13 ὀνόματ| b arm., vgl. Anc. c. 22, 7] πνεύματ| L J 15 περὶ τοῦ > * | τοῦ στήθους b 17 vor πατρὸς + τοῦ b | > ἀληθ|νὸς θεός *] ἀληθ|νοῦ θεοῦ L Jb 18 παλ|ν * 19 vor υἱοῦ + τοῦ b 20 ἐ̓στ|] εἰ b 21 f καὶ οὐ πρόσκε|τα| τὸ φῶς περὶ πατρὸς καὶ φ(ῦς ἀληθ|νὸν καὶ οὐδεὶς τολμᾷ b 23 ἢ μᾶλλον] μᾶλλον x003C; ἢ hinter φρενοβλάβε|αν b 23 f τολμήσει — κτήσασθαι < b)

10
βλασφημίας ὑπόνοιαν ἑαυτῷ κτήσασθαι, μὴ εὑρὼν ἐπὶ τῷ ῥητῶ προσκείμενον τὸ ἀληθινὸν καὶ εἰπών περὶ τοῦ πατρὸς ὅτι οὐκ ἔστιν φῶς ἀληθινόν;

εἰ γὰρ ὁ ἐξ αὐτοῦ γεγεννημένος γνήσιος υἱὸς φῶς ἐστιν ἀληθινόν, ὁ τοῦ υἱοῦ γεννήτωρ ἀναμφιβόλως φῶς ἐστιν ἀληθινόν, αὐτὸς ὁ] γεννήσας αὐτὸν ἀνάρχως καὶ ἀχρόνως φῶς ἀληθινόν.

καὶ ὥσπερ οὐ τολμητέον ἐπὶ τῷ πατρὶ λέγειν ὅτι οὐκ ἔστι φῶς ἀληθινόν, καίτοι γε μὴ προσκειμένου τοῦ ἀληθινόν, ἀλλ’ ἀφ’ ἑαυτῶν διὰ τὸ εὐσεβῶς νοεῖν οἴδαμεν, κἄν τε μὴ ᾖ γεγραμμένον, ὅτι ἔστι φῶς ἀληθινόν, καὶ οὐκ ἀμφιβάλλομεν, ἵνα μὴ ἀπολώμεθα, οὕτω καὶ ἐπὶ τοῦ υἱοῦ γέγραπται ὅτι θεὸς ὁ υἱός καὶ κἂν οὐ πρόσκειται τὸ θεὸς ἀληθινός, μανίαν ἑαυτοῖς ἐπισωρεύομεν, εἰ τολμή- σομεν βλασφημῆσαι καὶ μὴ εἰπεῖν τὸν υἱὸν θεὸν ἀληθινὸν κἄν τε μὴ ᾐ ἡ λέξις προσκειμένη.

ἀρκεῖ γὰρ ἐπὶ τῷ ἐνὶ τὸν πάντα σύνδεσμον τῆς τριάδος φέρειν καὶ ἀπὸ τοῦ πατρὸς νοεῖν τὸν υἱὸν θεὸν ἀληθινὸν καὶ τὸ πνεῦμα ἀληθινόν, ἀντιπαρακειμένων τοῖς ἑκατέροις ὀνόμασι τῶν ἰσορρόπων τῆς ἀληθείας, τῷ μὲν πατρὶ τὸ θεὸς ἀληθινός, τῷ δὲ υἱῷ τὸ θεός,

ἀνάπαλιν δὲ τῷ υἱῷ τὸ φῶς τὸ ἀληθινόν, τῷ δὲ πατρὶ τὸ φῶς, ἵνα τὰς δύο δόξας τὰς περὶ θεότητος συζεύξαντες περὶ πατρὸς μὲν <τὸ> θεὸς ἀληθινός, περὶ δὲ υἱοῦ φῶς ἀληθινὸν καὶ περὶ πατρὸς τὸ φῶς καὶ περὶ υἱοῦ τὸ θεός, ἀπὸ τοῦ φῶς καὶ θεὸς τὴν μίαν θεότητα καὶ ἀπὸ τοῦ θεὸς ἀληθινὸς καὶ φῶς ἀληθινὸν τὴν μίαν ἑνότητα τῆς δυνάμεως ὁμολογήσωμεν.