Ancoratus

Epiphanius

Epiphanius. Epiphanius, Volume 1. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915.

καίτοι γε ἑώρων ἀλλήλους γυμνοὶ ὄντες καὶ ᾔδεισαν ἑαυτοὺς τῇ ὁράσει· ἀλλ’ οὐ τῇ πράξει. τὸ δὲ ἀλλήλοις συναφθήναι γνῶσιν εἶπεν ἡ γραφή.

οἶδε δὲ καλεῖν εἴδησίν καὶ εἴδησιν. πάλιν γὰρ οὕτω λέγει »ἔγνω Ἰακὼβ Λείαν τὴν γυναῖκα αὐτοῦ καὶ συλλαβοῦσα ἔτεκε« καὶ τὸ πρῶτον μὲν ᾔδει αὐτήν· σὺν αὐγῇ γὰρ ἐπτὰ ἔτη ἠν ποιμαίνων τὰ πρόβατα Λαβὰν τοῦ πατρὸς αὐτῆς. εἴδησιν δὲ τὴν δι’ ὁράσεως καὶ διὰ γνώσεως ᾔδει, <ᾔδει,>

δὲ καὶ διὰ πράξεως. καὶ ἔγνω Ραχὴλ τὴν γυναῖκα αὐτοῦ καὶ πάλιν <ἐν> ἑτέρῳ τόπῳ »καὶ ἐγήρασε Δαυίδ« φησί »καὶ ἔσκεπον ἱματίοις. καὶ οὐκ ἐθερμαίνετο, καὶ εἷπον τῷ βασιλεῖ ζητηθήτω παρθένος καλή«. καὶ εὑρέθη Ἀβισάκ ἡ Σουμανῖτις. καί φησιν »ἠνέχθη τῷ βασιλεῖ καὶ συνεκοιμᾶτο αὐτῷ καὶ συνέθαλπεν αὐτόν· καὶ οὐκ ἕγνω αὐτὴν Δαυίδ«, τὴν σὺν αὐτῷ. τὴν σύσσωμον καὶ σύμπλευρον.

ἄρα ποίαν εἴδησιν λέγει; τὴν δι’ ὁράσεως ἢ τὴν διὰ πράξεως; καί »ἔγνω κύριος τοὺς οντας αὐτοῦ«· ἀρα οὐν τοὺς οὐκ όντας ἀγνοεῖ; καί »ἀπόστητε ἀπ’ ἐμοῦ. ἐργάται τῆς ἀνομίας· οὐδέποτε γὰρ ἔγνων ὑμᾶς«· ἆρα ἔστιν ἄγνοια ἐν τῷ υἱῷ τοῦ θεοῦ;

καὶ πόλιν »ὑμᾶς ἔγνων ἐκ πάντων τῶν ἐθνῶν«. ἆρα οὖν τὰ ἔθνη τὰ λοιπὰ ἀγνοεῖ; μὴ γένοιτο. ἀλλ’ οἶδε γνῶσιν ἡ θεία γραφή, ἄλλην μὲν κατὰ εἴδησιν. ἄλλην δὲ κατὰ πρᾶξιν.