Ancoratus

Epiphanius

Epiphanius. Epiphanius, Volume 1. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915.

καὶ οὕτως ἕκαστον τῶν κατηχουμένων τῶν μελλόντων τῷ ἁγίῳ λουτρῷ προσιέναι οὐ μόνον ἀπαγγίελλιν ὀφείλετε † τὸ πιστεύειν τοῖς ἐαυτῶν υἱοῖς ἐν κυρίῳ, ἀλλὰ καὶ διδάσκειν ῥητῶς, ὡς πάντων ἡ αὐτὴ μήτηρ ὑμῶν τε καὶ ἡμῶν, τὸ λέγειν·

Πιστεύομεν εἰς ἕνα θεὸν πατέρα παντοκράτορα , ποιητὴν οὐρανοῦ τε καὶ γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων.

καὶ εἰς ἕνα κύριον Ἰησοῦν [*](4 vgl. Ephes. 4, 5 — 22 — S. 116, 20 vgl. Hahn, Bibliothek der Symbole3 § 125 u. 144 Lietzmann, Symbole der alten Kirche2 S. 19; dazu C. P. ’i, Zeitschr. f. 1. Theol. IS (1857) 634 ff ders. Ungedruckte, unbeachtete . . . Quellen I 73 ff Hort, Two dissertations II 73 ff Cambridge 1876 Kattenbusch, Confessionskunde S. 252 ff A. Harnack PRE3 XI 12 ff Burn, Journal of theol. studies II 106 Ed. Schwartz, Nachr. Gott. Ges. 1904 S. 387 ders., Hist. Zeitschr. 112 (1914) S. 242 A. 2 (doch ist eine Interpolation unwahrscheinlich) L J 2 —6 Sacra Parallela Coisl. 276 f. 26r Rupef. 16v) [*]( δὲ < Sa Pa 3 ἐστιν ἑνότης Sa Pa 7 * etwa <ἀσύστατα ληροῦντες> 13 * etwa <συλλέγοντες εἰς τὸ> * 19 † τὸ πιστεύειν] lies wohl ποιεῖν Sinn vgl. S. 148, 1 f 22 am Rand von erster Hand ἔκθεσις πίστεως τῶν ἐν Νικαία τݲιݲ καὶ ηݲ ἁγίων πατέρων καὶ τῶν ἐν Κωνσταντινουπόλει τὸ δεύτερον L τὸ ἅγιον σύμβολον, am untern Rand rot ἔκθεσις πίστεως τοῦ ἁγίου Ἐπιφανίου καὶ τῶν ἁγίων τῶν ἐν ταῖς ἡμέραις Οὐαλεντινιανοῦ καὶ Οὐάλεντος τῶν βασιλέων, οἵτινες ἀπηντήκασι μετὰ τούτου πρὸς τὰς τότε ἀναφυείσας αἱρέσεις J)

147
Χριστόν, τὸν υἱὸν τοῦ θεοῦ τὸν μονογενῆ, τὸν ἐκ τοῦ πατρὸς γεννηθέντα πρὸ πάντων τῶν αἰώνων, τουτέστιν ἐκ τῆς οὐσίας τοῦ πατρός, φῶς ἐκ φωτός, θεὸν ἀληθινὸν ἐκ θεοῦ ἀληθινοῦ, γεννηθέντα οὐ ποιηθέντα, ὀμοούσιον τῷ πατρί, δι᾿ οὗ τὰ πάντα ἐγένετο, τά τε ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐν τῇ γῇ· τὸν δι᾿ ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα ἐκ τῶν οὐρανῶν καὶ σαρκωθέντα ἐκ πνεύματος ἁγίου καὶ Μαρίας τῆς παρθένου καὶ ἐνανθρωπήσαντα, σταυρωθέντα τε ὑπὲρ ἡμῶν ἐπὶ Ποντίου Πιλάτου καὶ παθόντα καὶ ταφέντα, καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ κατὰ τὰς γραφὰς καὶ ἀνελθόντα εἰς τοὺς οὐρανοῦς καὶ καθεζόμενον ἐκ δεξιῶν τοῦ πατρός, καὶ πάλιν ἐρχόμενον μετὰ δόξης κρῖναι ζῶντας καὶ νεκρούς, οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος.

καὶ εἰς τὸ πνεῦμα τὸ ἅγιον, τὸ κύριον καὶ ζωοποιόν, τὸ ἐκ τοῦ πατρὸς ἐκπορευόμενον, τὸ σὺν πατρὶ καὶ υἱῷ συμπροσκυνούμενον καὶ συνδοξαζόμενον, τὸ λαλῆσαν διὰ τῶν προφητῶν · εἰς μίαν ἁγίαν καθολικὴν καὶ ἀποστολικὴν ἐκκλησίαν·

ὁμολογοῦμεν ἕν βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν, προσδοκῶμεν ἀνάστασιν νεκρῶν καὶ ζωὴν τοῦ μέλλοντος αἰῶνος. ἀμήν.

τοὺς δὲ λέγοντας ἦν ποτε ὅτε οὐκ ἦν καὶ πρὶν γεννηθῆναι οὐκ ἦν ἢ ὅτι ἐξ οὐκ ὅντων ἐγένετο ἤ ἐξ ἑτέρας ὑποστάσεως ἢ οὐσίας φάσκοντας εἶναι <ἤ> ῥευστὸν ἤ τὸν τοῦ θεοῦ υἱόν, τούτους ἀναθεματίζει ἡ καθολικὴ καὶ ἀποστολικὴ ἐκκλησία.

Καὶ αὕτη μὲν ἡ πίστις παρεδόθη ἀπὸ τῶν ἁγίων ἀποστόλων καὶ * ἐν ἐκκλησίᾳ τῇ ἁγίᾳ πόλει ἀπὸ πάντων ὁμοῦ τῶν τότε ἁγίων ἐπισκόπων, ὑπὲρ τριακοσίων ἀριθμόν, τὸν ἀριθμόν.