Ancoratus

Epiphanius

Epiphanius. Epiphanius, Volume 1. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915.

118. ἐλεγξάτω δὲ πάλιν τούτους Πέτρος, ἐπιτιμῶν τοῖς περὶ Ἀνανίαν καὶ λέγων »ἐπειράσατε τὸ ἅγιον πνεῦμα«·

καί φησιν »οὐκ ἐψεύσασθε ἀνθρώπῳ, ἀλλὰ τῷ θεῷ( ὁ δὲ ἀπόστολος οἶδεν , ὡς καὶ πολλάκις εἴπομεν, τὸ πνεῦμα μὴ ἀλλότρίον εἰναι τοῦ θεοῦ λέγων »ἐρευνᾷ καὶ τὰ βάθη τοῦ θεοῦ«· [*](1 ΙΙ Joh. 12 — 4 ff vgl. Matth. 3,17; dazu oben c. 3, 6 u. 49, 1 — 11 Matth. 3, 17 — 16 Joh. 14, 10 — 17 ff vgl. oljen c. 23f — 22 Dan. 3,57 — 26 Jes. 6, 3; vgl. oben c. 10, 2f — 28 f vgl. Act. 5, 9; dazu oben c. 9, 2 — 29 Act. 5, 4 — 30 ff vgl. oben c. 12, 1 ff — 31 I Kor. 2, 10 L J) [*](2 μὴ < L 3 ἀρκέσουσιν ist nicht zu ändern; die Mehrzahl bezieht schon mit auf Ζ. 15 ff 7 f σῶμα τέλειον συλληφθὲν L 17 υἱοῦ < J 19 τῶν ἄλλων μαρτυριῶν *] μετὰ τὰς ἄλλας μαρτυρίας L J 26 δὲ <)

146
τὸ δὲ μὴ ὂν ἐκ τῆς οὐσίας τοῦ θεοῦ ἀδύνατόν ἐστι τὰ βάθη τοῦ θεοῦ ἐρευνᾶν.

ἡμεῖς δὲ οἴδαμεν πατέρα πατέρα, υἱὸν υἱόν, ἅγιον πνεῦμα ἅγιον πνεῦμα, τριάδα ἐν ἑνότητι. μία γὰρ ἐνότης ἐστὶ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος, μία οὐσία μία κυριότης ἓν θέλημα μία ἐκκλησία ἐν βάπτισμα μία πίστις.

καὶ παυσάσθωσαν οἱ κατὰ τῆς ἁγίας παρθένου τοῦ Χριστοῦ καὶ νύμφης ἁγνῆς, τουτέστι τῆς μητρὸς ἡμῶν τῆς ἁγίας ἐκκλησίας *.

παρέλαβον γὰρ οἱ ταύτης παῖδες παρὰ ἁγίων πατέρων τουτέστι τῶν ἁγίων ἀποστόλων πίστιν φυλάττειν, ἅμα δὲ καὶ τοῖς ἑαυτῶν τέκνοις παραδιδόναι τε καὶ ἀπαγγέλλειν.

ἐξ ὡν καὶ αὐτοὶ υἱοὶ ὑπάρχετε, τιμιώτατοι ἀδελφοί, καὶ τοῖς ἑαυτῶν τέκνοις ταύτην τὴν διδασκαλίαν παραδιδόατε.

Ταῦτα οὕτως λέγοντες καὶ τὰ τούτοις ὄμοια ἀπὸ τῶν θείων γραφῶν * βεβαιῶσαι αὑτούς τε καὶ τοὺς ἀκούοντας ὑμῶν, διδάσκοντες ὁδοποιοῦντες κατηχοῦντες μὴ διαλείπητε οἱ πιστοὶ καὶ ὀρθόδοξοι ταύτην τὴν ἁγίαν πίστιν τῆς καθολικῆς ἐκκλησίας, ὡς παρέλαβεν ἡ ἁγία καὶ μόνη παρθένος τοῦ θεοῦ ἀπὸ τῶν ἁγίων ἀποστόλων τοῦ κυρίου, φυλάττειν.