Ancoratus

Epiphanius

Epiphanius. Epiphanius, Volume 1. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915.

τὸ γὰρ ἐν ἡμῖν ἀεὶ ταπεινὸν φρόνημα ἡσυχῇ καρτερεῖν σπουδάζον καὶ μὴ περαιτέρω ἐπεκτείνεσθαι τῶν ἄγαν σκοπούντων ἐκεῖνο τὸ ταρὰ τῷ ἀποστόλῳ εἰρημένον »ἵνα μὴ ἐπεκτείνωμαι ὑπὲρ τὸ μέτρον τοῦ κανόνος οὗ δέδωκεν ἡμῖν ὁ θεὸς μέτρου«, ἀφικέσθαι πρὸς τοῦτο νῦν ἀναγκάζεται.

ἐκ πανταχόθεν γὰρ αἱ ψῆφοι πρυτανεύσασαι ὡς εἰπεῖν τοῦ ἐν ὑμῖν θεόθεν ζήλου τῶν τε ἄλλων ὁμοδόξων, φημὶ δὴ τῶν τὴν ὀρθοδοξίαν ζηλούντων, ἐν οἷς καὶ Ὑπατίου τοῦ τέκνου ἡμῶν ἀπὸ τῆς Αἰγυπτίων χώρας πρός με διὰ τοῦτο αὐτὸ ἥκοντος, πᾶσαν μὲν ῥᾳθυμίαν πάντα δὲ ὄκνον παρεσκεύασαν ἀποθέσθαι μηκέτι τε στέγειν μήτε ἐν δευτέρῳ τίθεσθαι τὰ περὶ πίστεως γράφειν ὑμῖν , ἐπιζητούντων ὑμῶν καὶ τῶν ἡμετέρων ἀδελφῶν τὰ περὶ τῆς ἐν ἡμῖν σωτηρίας ἐκ τῆς θείας καὶ ἁγίας γραφῆς, τὸν στερεὸν θεμέλιον τῆς πίστεως περὶ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος καὶ τῆς ἄλλης ἁπάσης ἐν Χριστῷ σωτηρίας, ἀναστάσεώς τε νεκρῶν λέγω καὶ ἐνσάρκου παρουσίας τοῦ μονογενοῦς, καὶ περὶ τῆς ἁγίας διαθήκης παλαιᾶς τε καὶ καινῆς καὶ τῶν ἄλλων ἁπαξαπλῶς συστάσεων τῆς τελείας σωτηρίας.

ἐγὼ γοῦν λαβὼν τὴν τοιαύτην πρότασιν τῶν αἰτήσεων οὐκ ὀλίγων οὐσῶν παρὰ τῶν περὶ τὸν Κώνωπα Κώνωπα τὸν συμπρεσβύτερον καὶ τῶν αὐτῷ ἑπομένων, ἄλλων τε καὶ ὑμῶν τῆς τιμιότητος. τέκνα ποθεινότατα, οὐ μὴν ἀλλὰ καὶ τοῦ τένου ἡμῶν Ὑπατίου ἀπὸ τῆς Αἰγύπτου πρός με διὰ τοῦτο ἥκοντος, τὰς ὁμοφώνους ψήφους πολλὰς ὁρῶν ὁμοῦ, δηχθεὶς τὴν φρένα καὶ τὸν λογισμὸν ἐσκεψάμην καὶ ἔδοξέ μοι προὁρμῆσαι κατὰ κατὰ τὴν ὑμῶν διὰ γραμμάτων ἀξίωσιν ἀνενδοιάστως [*](1 Tgl. Panarion prooem. Π 2, 5 — 4 vgl. E Kor. 10, 13 f u. Phil. 3, 13 — 6 zu ἀναγκάζεται vgl. Panarion h. 69, 27, 2 — 23 vgl. Panarion prooem. E 2, 5 L J V) [*](1 <εἰς τὸ> * | περ|κκϊστᾶν J 3 ἄγαν σκοπούντων] ἀγανακτούντων L ; ist auch τῶν ἄγαν σκοπούντων verderbt u. etwa zu lesen τῶν <ὅρων>, > ἄγαν > καὶ μὴ> σκοπούντων * 4 ἐκτείνωμεν v 6 πρὸς τοῦτο < L V | ἀναγκάζομα| v | ἐκ < LJ 3 1 ὡς εἰπεῖν < L 8 δὴ] δὲ V | ἐν οἷς < J | καὶ < L | ὑπάτου v | Ὑπατίου + δὲ 3 10 < L J | παρεσκεύασαν < Lv 11 ὑπερθέσθα| v | τε < v | στέγε|ν] στένων V | τ|θένα| v 12 ὑμῖν] ἡμῖν L | ὑμετέρων? * 13 ἐν ἡμῖν] ὑμετέρας LJ | τῆς (vor θείας) < v 16 λέγω] λόγω ν | καὶ hinter ἐνσάρκου ν | + λέγω v 17 παλα|ᾶς δ|αθήκης u. < τε v 19 παρὰ < L 20 Κόνωνα J Κόνωνα v 20 f ἑπομένων ἄλλων τε] ἑπομένων ἄλλων ἄλλων (!) τε καὶ ἀλλοτε v 21 τῆς ὑμῶν J | ποθε|νὰ L 22 ὑπάτου v 23 τὰς < L J 25 δ|ὰ τῶν γραμμάτων ὑμῶν v | ἀνενδοίαστον)

7
<τε>, ὅτι οὐ μόνον ἑκὼν ἀλλὰ καὶ ἄκων διὰ τὴν ὑπερβολὴν ὑμῶν τε καὶ τῶν καθ’ ὑμᾶς αἐτήοεως, ἐπὶ τὸ γράφειν ταύτην μου τὴν ἐπιστολὴν ἐμὲ τὸν βραχὺν τῷ ὑμετέρῳ πόθῳ.

2. Καὶ σφόδρα μὲν ἐκπέπληγμαι θαυμάσας τὴν τοῦ κυρίου καὶ θεοῦ ἡμῶν οἰκονομίαν, ὃς εὐδόκησε τῇ ὑπερβολῇ τῆς αὐτοῦ ἀγαθότητος ἐν ἅπασι δοῦναι τὸ ἅγιον αὐτοῦ πνεῦμα τοῖς αὐτὸν έν ἀληθείᾳ ζητοῦσιν. οὐκ ἀθεεὶ γὰρ <γενομένας> τὰς ὑμῶν καὶ τῶν καθ’ ὑμᾶς τὰς διὰ τῶν γραμμάτων ἡγησάμην, ποθεινότατοι, ἀλλὰ τὴν κίνησιν ἐδοκίμασα ἐκ τῆς τοῦ θεοῦ χάριτος ἐν ὑμῖν ἀπάρξασαν.

ἀπ’ ἀληθείας γὰρ οἱ περὶ τοῦ υἱοῦ τοῦ θεοῦ ὀρθοδόξως ἔχοντες καὶ τοῦ ἁγίου πνεύματος καὶ εἰδότες συνῳδά τε καὶ σύμφωνα λέγειν τῷ μακαριωτάτῳ Πέτρῳ τῷ ἀποστόλῳ ὅτι »σὺ εἶ ὀ Ζριστὸς ὁ υἱὸς τοῦ θεοῦ ζῶντος«, σαφῶς ὐπ’ αὐτοῦ τοῦ κυρίου μακαρισθήσονται, καθὼς καὶ ὁ ἅγιος ἐκεῖνος ἐμακαρίσθη ἀκούσας <τό> »μακάριος εἶ Σίμων βὰρ Ἰωνᾶ« τουτέστι υἱὲ Ἰωνᾶ· ὁ γὰρ πατὴρ αὐτοῦ Ἰωνᾶς ἐκαλεῖτο, τὸ δὲ βὰρ ἑρμηνεύεταί ἐκ τῆς Ἐβραϊκῆς διαλέκτου υἱός.

αὕτη γὰρ ἦν ἡ ζωή, ἣν ἔγνωκεν ὁ μονογενὴς υἱὸς τοῦ θεοῦ τοῖς ἑαυτοῦ μαθηταις λέγων »ἵνα ἔχωσι τὴν ζωὴν ἐν ἑαυτοῖς «, αὕτη δὲ ἐ)στιν ἡ ζωὴ ἣν ἴφη· »ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν θεὸν καὶ ὃν ἀπέστειλας Ἰησοῦν χριστόν«.

ἐν τῷ οὖν εἰπεῖν »τὸν μόνον ἀληθινὸν θεόν« εἰς μοναρχίαν ἡμᾶς ἤγαγεν, ἕνα μηκέτι »ὑπὸ τὰ στοιχεῖα τοῦ κόσμου ὠμεν δεδουλωμένοι«, ἕνα μὴ πολυθεί·α ἐν ἡμῖν ἔτι ᾐ καὶ ἐπὶ τὴν πορνείαν τοιαύτην διασκορπίζηται τὰ τῶν ἀνθρώπων νοήματα, ἀλλ’ ἐπὶ ἑνότητα τοῦ μόνου ἀληθινοῦ θεοῦ· »πρώτη γὰρ πορνεία ἐπίνοια εἰδώλων φησὶν ἡ γραφή.

καί φησι »καὶ ὃν ἀπέστειλας [*](6 vgl. Luk. 11, 31 — 7 vgl. Panarion prooem. II 2, 6 — 12 Matth. 16, 16 — 14 Matth. 16,17 — 18 vgl. JoK 3, 15f; 17, 2 — 19 Job. 17, 3 20 – 24 Panarion li. 62, 7, 10 — 21 Gal. 4, 3 — 24 Weish. Sal. 14, 12 — 25 Joh. 17, 3 L J V) [*](1 (ts) * f ὅτ| οὐ — αἰτήσεως < J 1 ὅτ|] Diels | οὐ μόνον ἄκο)ν, ἀλλὰ καὶ ἑκὼν? Klosterm. | (ziig) * 2 τῶ νκαθ’ ὑμᾶς αἰτήσεως *] τῶν καθ’ ὑμᾶς ἀνάπαυσ|ν v τὴν ἀξίωσ|ν L 4 ἐκπλήττομα| L J | θαυμαστῶς L J | καὶ (vor θεοῦ) < V 5 ὃς] ὡς V | vor τῇ + ἐν v 7 ἀθέους L J | > * | τὰς < J | καθ’ ὑμῶν L 8 τῶν < v 9 ὑπάρξασα v | οἱ περὶ — πνείματος x003C; L J 11 σύμφωνα καὶ συνωδὰ v 12 τῷ ἀποστόλῳ x003C; L J 14 καὶ x003C; V | ἀκούων LJ | (ro) * | εἶ + σὺ J 15 vor υἱὲ + Σίμων v 16 τὸ δὲ βὰρ] βὰρ γὰρ v | υἱὸς hinter ἑρμηνεύετα| v | αὕτη γὰρ] καὶ τοῦτο L J 17 δέ- δωκεν V | τοῦ θεοῦ . J | αὐτοῦ v 18 τὴν x003C; ν | έν x003C; L | αὕτη — γ|νώσκωσί σε] τὸ γ|νώσκε|ν L J 19 | ἀπέστε|λεν L J 20 οὖν] γὰρ v 22 εἴη v 23 τὴν x003C; L J | ἐπ|σκορπίζητα| LJ 24 ἀλλὰ v 25 vor γραφὴ + θεία v)

8
Ἰησοῦν Χριστόν." Ἰησοῦ Χριστὸν τίνα ἀλλ ἢ θεόν; εἰ δὲ θεὸν Χριστὸν Ἰησοῦν, ὡς λέγει περὶ αὐτοῦ ὁ Ἰωάννης ὁ μονογενὴς θεὸς ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρός, ἐκεῖνος ἐξηγήσατο«, εἷς θεὸς τοίνυν ὁ πατὴρ καὶ μόνος ἀληθινὸς θεὸς καὶ θεὸς ὁ μονογενής.

οὐκ ἄρα ἀλλότριος θεοῦ καὶ τῆς μονάδος· ἀλλ’ ἐπειδὴ υἱὸς ἐκ πατρός, διὰ τοῦτο μόνος ἀληθινὸς θεός. καὶ οὐ κατὰ τοὺς ἐψευσμένους θεούς, οὓς ἐνόμισάν τινες τῶν Ἑλλήνων θεούς, οὐκ ὄντας θεούς, ἀλλὰ μόνος ἀληθινὸς θεός, ἐπειδὴ μόνος ἐκ μόνου ὁ μονογενὴς καὶ μόνον τὸ ἅηιον πνεῦμα. τριὰς γὰρ ἐν μονάδι καὶ εἷς θεὸς πατήρ, υἱὸς καὶ αγιον πνεῦμα.