Generalis elementaria introductio (= Eclogae propheticae)

Eusebius of Caesarea

Eusebius. Eusebii Pamphili Episcopi Caesariensis Eclogae Propheticae. Gaisford,Thomas, editor. Oxford: Oxford University Press, 1842.

Καὶ ἐλάλησε Δαυὶδ τῷ Κυρίῳ τοὺς λόγους τῆς ᾠδῆς ταύτης.2 Reg. 22, 1.
Εἶτα ἐν τοῖς ἐξῆς·
Καὶ ἔκλινεν οὐρανοὺς καὶ κατέβη, καὶ γνόφος ὑποκάτω τῶν ποδῶν αὐτοῦ.2 Reg. 22, 10.
Καὶ πάλιν μετὰ ταῦτα,
ῥῦσαί με ἐξ ἀντιλογιῶν λαοῦ, καταστήσεις με εἰς κεφαλὴν ἐθνῶν· λαὸς ὃν οὐκ ἔγνων ἐδούλευσέν μοι· εἰς ἀκοὴν ὠτίου ὑπήκουσέ μου· οἱ υἱοὶ ἀλλότριοι ἐψεύσαντό μοι· οἱ υἱοὶ ἀλλότριοι ἀπορριφήσονται· καὶ σφαλοῦσιν ἐκ τῶν συγκλεισμῶν αὐτῶν.Ibid. v. 44.
Ταῦτα εἴρηται σχεδὸν αὐτοῖς ῥήμασιν καὶ ἐν ἑπτακαιδεκάτῳ Ψαλμῷ, εὐκαιρότερον δ’ ἂν ἐξετάζοιτο, ἐπεὶ δ´ ἂν ἀπὸ τῶν Ψαλμῶν τὰς ἐκλογὰς ἀναλεγώμεθα· νῦν μέντοι γε παρασημειούμεθα αὐτὸ μόνον, ὡς ὅτι τὸ μὲν
καὶ ἔκλινεν οὐρανοὺς καὶ κατέβη
νοοῖτ’ ἂν περὶ τῆς ἐξ οὐρανῶν καταβάσεως τοῦ Χριστοῦ· τὸ δὲ
ῥύσῃ με ἐξ ἀντιλογίας λαοῦ
, ἐκ προσώπου αὐτοῦ λέλεκται περὶ τῶν ἐκ περιτομῆς μὴ πεπιστευκότων εἰς αὐτὸν, περὶ ὧν καὶ ἐν Ἡσαίᾳ φησὶν,
ὅλην τὴν ἡμέραν ἐξεπέτατα τὰς χεῖράς μου πρὸς λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγονταEs. 65, 2.
. Καὶ ὅτι τὸ μὲν
καταστήσεις με εἰς κεφαλὴν ἐθνῶν, καὶ τὸ λαὸς ὃν οὐκ ἔγνων ἐδούλευσέ μοι, εἰς ἀκοὴν ὠτίου ὑπήκουσέ μου
, περὶ τῆς ἐξ ἐθνῶν ἐκκλησίας προφητεύεται· τὸ δὲ
υἱοὶ ἀλλότριοι ἐψεύσαντό μοι
, περὶ τῶν ἀθέων αἱρέσεων τὰ ψευδῆ περὶ αὐτοῦ τοῦ Σωτῆρος καὶ τοῦ Θεοῦ τῶν ὅλων ἀναπεπλακότων, οὓς καὶ
ἀπορριφήσεσθαι
φησὶν ὁ λόγος
ἀποσφαλέντας τῶν συγκλεισμῶν ἑαυτῶν
, τουτέστιν ἀποπεπτωκότας· τῶν ὑπούλων καὶ ἀποκεκρυμμένων αὐτῶν ψευ(δο)δοξημάτων.

Καὶ νῦν κύριε ὁ Θεὸς Ἰσραὴλ πιστωθήτω δὴ τὸ ῥῆμά σου, ὃ ἐλάλησας τῷ παιδί σου τῷ Δαυὶδ τῷ πατρί μου·2 Reg. 8, 26.
ὅτι εἰ ἀληθῶς κατοικήσει ὁ Θεὸς μετὰ ἀνθρώπων ἐπὶ τῆς γῆς, εἰ ὁ οὐρανὸς τοῦ οὐρανοῦ οὐκ ἀρκέσει σοι. 2 Paral. 6, 17.
Τὰ παραπλήσια τούτοις καὶ ἐν τῇ δευτέρᾳ τῶν Παραλειπομένων ὑπὸ τοῦ Σολομῶνος εἴρηται ἐν τῇ πρὸς τὸν Θεὸν εὐχῇ. Σαφῶς οὖν καὶ ἐνθάδε προφητεύεται ὁ Θεὸς κατοικήσειν μετὰ ἀνθρώπων ἐπὶ τῆς γῆς· ὃ καὶ αὐτὸ πέρας εἴληφε καθ’ ἡμᾶς ἐπὶ τῇ Χριστοῦ γενομένῃ παρουσίᾳ, καθ’ ἣν ὁ Θεὸς Λόγος ἐνανθρωπίσας συνδιέτριψε τῷ γένει τῶν ἀνθρώπων.

Καὶ ἔσται ὅτ’ ἂν πληρωθῶσιν αἱ ἡμέραι σου, καὶ κοιμηθήσῃ μετὰ τῶν πατέρων σου, καὶ ἀναστήσω τὸ σπέρμα σου μετά σε, ὃς ἔσται ἐκ τῆς κοιλίας σου· καὶ ἑτοιμάσω τὴν βασιλείαν σου· αὐτὸς οἰκοδομήσει μοι οἶκον· καὶ ἀνορθώσω τὸν θρόνον αὐτοῦ· ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα, καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν· καὶ τὸ ἔλεός μου οὐκ ἀποστήσω ἀπ’ αὐτοῦ, ὡς ἀπέστησα ἀπὸ τῶν ἔμπροσθέν σου· καὶ πιστώσω αὐτὸν ἐν οἴκῳ μου καὶ ἐν βασιλεία αὐτοῦ ἕως αἰῶνος, καὶ ὁ θρόνος αὐτοῦ ἀνωρθωμένος ἕως αἰῶνος.1 Paral. 17, 11.
Καὶ ταῦτα, ὅμοια ὄντα τοῖς ἐκ τῆς δευτέρας τῶν Βασιλειῶν προεκτεθείσης, σημειωσάμενοι,
διὰ τὸ μὴ πολλὴν εἶναι τὴν τούτων πρὸς ἐκεῖνα παραλλαγὴν ἀρκεσθησόμεθα τοῖς εἰς ἐκεῖνα εἰρημένοις.

Καὶ νῦν Κύριε ὁ Θεὸς Ἰσραὴλ, πιστωθήτω δὴ τὸ ῥῆμά σου, ὃ ἐλάλησας τῷ παιδί σου τῷ Δαυὶδ, ὅτι ἀληθῶς κατοικήσει ὁ Θεὸς μετὰ ἀνθρώπων ἐπὶ τῆς γῆς, εἰ ὁ οὐρανὸς τοῦ οὐρανοῦ οὐκ ἀρκέσουσίν σοι.2 Par. 6, 17.
Καὶ εἰς ταῦτα εἰρηκότες ἅπαξ ὅτε τὰ ἐκ τῆς γ′ τῶν Βασιλειῶν ἐξεθέμεθα, νῦν οὐ δευτερώσομεν.

Ἄνδρες οὐχὶ ἰσχυραὶ αἱ γυναῖκες μεγάλη ἡ γῆ καὶ. ὑψηλὸς ὁ οὐρανός· καὶ ταχὺς τῷ δρόμῳ ὁ ἥλιος· ὅτι στρέφεται ἐν τῷ κύκλῳ τοῦ οὐρανοῦ, καὶ πάλιν ἀποτρέχει εἰς τὸν ἑαυτοῦ τόπον ἐν ἡμέρᾳ μιᾷ· οὐχὶ μέγας ὃς ταῦτα ποιεῖ· καὶ ἡ ἀλήθεια μεγάλη καὶ ἰσχυρὰ παρὰ πάντα· πᾶσα ἡ γῆ τὴν ἀλήθειαν καλεῖ καὶ ὁ οὐρανὸς αὐτὴν εὐλογεῖ· καὶ πάντα τὰ ἔργα σείεται καὶ τρέμει· καὶ οὐκ ἔστι μετ’ αὐτοῦ οὐδ’ ἓν ἄδικον· ἄδικος ὁ οἶνος· ἄδικος ὁ βασιλεύς· ἄδικοι αἱ γυναῖκες· ἄδικοι οἱ υἱοὶ τῶν ἀνθρώπων· καὶ ἄδικα τὰ ἔργα αὐτῶν πάντα τὰ τοιαῦτα· καὶ οὐκ ἔστιν ἐν αὐτοῖς ἀλήθεια· καὶ ἐν τῇ ἀδικίᾳ αὐτῶν ἀπολοῦνται· καὶ ἡ ἀλήθεια μένει εἰς τὸν αἰῶνα, καὶ ἰσχύει εἰς τὸν αἰῶνα, καὶ ζῇ καὶ κρατεῖ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· καὶ οὐκ ἔστι παρ’ αὐτῇ λαβεῖν πρόσωπα οὐδὲ διαφορά· ἀλλὰ τὰ δίκαια ποιεῖ ἀπὸ
πάντων τῶν ἀδίκων καὶ πονηρῶν· ἀπέχεται καὶ τοῖς εὐδοκοῦσι τοῖς ἔργοις αὐτῆς· καὶ οὐκ ἔστιν ἐν τῇ κρίσει αὐτῆς οὐθὲν ἄδικον· καὶ αὐτῆς ἡ ἰσχὺς καὶ τὸ βασίλειον· καὶ ἡ ἐξουσία καὶ ἡ μεγαλειότης πάντων τῶν αἰώνων· εὐλογητὸς ὁ Θεὸς τῆς ἀληθείας.1 (al. 3) Esd. 4, 31.
Ἐπεὶ ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν, Λόγος ὢν τοῦ Θεοῦ φησὶ φέρεται εἰρηκὼς,
Ἐγώ εἰμι ἡ ἀλήθειαIo. 14, 6.
, εἰκότως τὰ προκείμενα παρατεθείμεθα περὶ τῆς ἀληθείας δηλοῦντα, ὡς ἄρα ὑπόστασίν τινα παρὰ τὸν Πατέρα καθ’ ἑαυτὴν ἔχει·
Μένει γὰρ
, φησὶν,
ἡ ἀλήθεια, καὶ ἰσχύει εἰς τὸν αἰῶνα, καὶ ζῇ καὶ χρατεῖ· καὶ οὐκ ἔστι παρ’ αὐτῇ λαβεῖν πρόσωπα
, καὶ τὰ ἑξῆς, οἷς ἐπιφέρει περὶ τοῦ Πατρὸς Θεοῦ τυγχάνοντος καὶ αὐτοῦ τοῦ Θεοῦ Λόγου καὶ τῆς ἀληθείας,
εὐλογητὸς ὁ Θεὸς τῆς ἀληθείας
, ᾧ καὶ αὐτοὶ προσθήσομεν τὸ ἀμήν.

Ἀλλὰ γὰρ ταῦτα καὶ ἀπὸ τῆς τοῦ Ἔζρα γραφῆς· ἀπό γε μὴν τῆς Ἐσθὴρ οὐδ’ ἓν εὕρομεν περὶ τοῦ προκειμένου· μετὰ δή τοι τὰς ἀπὸ τῶν ἱστορικῶν γραφῶν ἐκλογὰς μετίωμεν ἐπὶ τὰ στιχήρη, ὅτι δὴ ταῦτα τοῖς χρόνοις τῶν λοιπῶν προφητειῶν ἡγεῖται· τούτων δὲ πρῶτα ἴδωμεν τὰ ἀπὸ τῶν Ψαλμῶν.