Generalis elementaria introductio (= Eclogae propheticae)

Eusebius of Caesarea

Eusebius. Eusebii Pamphili Episcopi Caesariensis Eclogae Propheticae. Gaisford,Thomas, editor. Oxford: Oxford University Press, 1842.

Εὐφράνθητε οὐρανοὶ, ἅμα αὐτῷ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ· εὐφράνθητε ἔθνη μετὰ τοῦ λαοῦ αὐτοῦ, καὶ ἐνισχυσάτωσαν αὐτῷ πάντες υἱοὶ Θεοῦ.Deu. 32, 43.
Καὶ τίνι ἄλλῳ προσκυνήσειν τοῖς ἀγγέλοις αὐτοῦ προστάττοι ἂν τὸ θεῖον Πνεῦμα ἢ τῷ Χριστῷ, οὗ σαφῶς ἐπὶ τῇ παρουσίᾳ ηὐφράνθη μετὰ τοῦ λαοῦ αὐτοῦ τὰ ἔθνη τοῦ τῶν δικαίων πατριαρχῶν καὶ προφητῶν
χοροῦ· περὶ ὧν ἐθνῶν αὖθις ἐπὶ τῆς αὐτῆς ὠδῆς ὡς πρὸς ἕτερον λαὸν ἀποτεινόμενος ὁ Θεὸς φησὶν,
Αὐτοὶ παρεζήλωσάν με ἐπ’ οὐ θεῷ, παρώργησάν με ἐν τοῖς εἰδώλοις αὐτῶν· κἀγὼ παραζηλώσω αὐτοὺς οὐκ ἐπ’ ἔθνει, ἐπ’ ἔθνει ἀσυνέτῳ παροργιῶ αὐτούς.Deut. 32, 21.
Καὶ πρόδηλόν γε ὅτι μετὰ τὴν ἐκείνων ἀποβολὴν
τὰ μωρὰ τοῦ κόσμου ἐξελέξατο ὁ Θεὸς, ἵνα καταισχύνῃ τοὺς παρ’ ἐκείνοις σοφούς· καὶ τὰ ἀσθενῆ τοῦ κόσμου ἐξελέξατο, καὶ τὰ ἀγενῆ, καὶ τὰ ἐξουθενημένα, καὶ τὰ μὴ ὄντα, ἵνα τὰ πρότερον παρ’ ἐκείνοις ὄντα καταργήσῃ1 Cor. 1, 27.
· ὅτι δὴ πρότερον ἐκ τῶν αὐτοῦ Μωσέως χρόνων εἰδώλοις λατρεύοντες, καὶ τὸν Θεὸν παροργίζοντες καὶ παραζηλοῦντες, ἐλθόντα αὐτοῦ τὸν Χριστὸν οὐκ ἐδέξαντο· ἀλλὰ τὰ ἔθνη γε δι’ αὐτοῦ τὸν Πατέρα καὶ Θεὸν τῶν ὅλων ἐπιγνόντα κατὰ τὴν ἐν χερσὶ προφητείαν εὐφρανθήσεται μετὰ τοῦ τῶν ἁγίων λαοῦ αὐτοῦ· τὸν Χριστὸν δὲ καὶ ἐνίσχυσαν πάντες οἱ υἱοὶ τοῦ Θεοῦ, οἵ τε πρότερον τὰ περὶ αὐτοῦ προφητεύσαντες, καὶ ὅσοι μετὰ τὴν παρουσίαν αὐτοῦ τὸ πνεῦμα τῆς υἱοθεσίας χωρήσαντες, ἐπὶ πᾶσαν αὐτὸν ἐκήρυξαν τὴν οἰκουμένην. Τὰ μὲν δὴ ἀπὸ τῆς Πεντατεύχου τοσαῦτα· μετίωμεν δὲ καὶ ἐπὶ τὰς ἑξῆς γραφάς.

Καὶ ἐγενήθη ὡς ἦν Ἰησοῦς ἐν Ἱεριχὼ, καὶ ἀναβλέψας ὁρᾷ ἄνθρωπον ἑστηκότα κατέναντι αὐτοῦ, καὶ ἡ ῥομφαῖα ἐσπασμένη ἐν τῇ χειρὶ αὐτοῦ. Καὶ προσελθὼν Ἰησοῦς, εἶπεν, Ἡμέτερος εἶ, ἢ τῶν ὑπεναντίων; Καὶ εἶπεν αὐτῷ, Ἐγὼ ἀρχιστράτηγος δυνάμεως Κυρίου νυνὶ παραγέγονα.
Καὶ Ἰησοῦς ἔπεσεν ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν, καὶ εἶπεν αὐτῷ, Δέσποτα, τί προστάσσεις τῷ σῷ οἰκέτῃ; Καὶ λέγει ὁ ἀρχιστράτηγος Κυρίου πρὸς Ἰησοῦν, Λύσαι τὸ ὑπόδημα ἐκ τῶν ποδῶν σου, ὁ γὰρ τόπος, ἐν ᾧ σὺ ἐστηκας, τόπος ἅγιός ἐστιν.Jos. 5, 12.
Καὶ τίς ἂν ἄλλος εἴη ὁ ἀρχιστράτηγος δυνάμεως Κυρίου, ἢ ὁ Χριστὸς τοῦ Θεοῦ, ὁ πάσης ἄρχων ἁγίας καὶ πνευματικῆς τοῦ Θεοῦ στρατιᾶς; Ὅρα δὲ μὴ εἰ καὶ ὁ αὐτὸς ὁ καὶ τῷ Μωσεῖ διὰ τοῦ ἀγγέλου χρηματίσας ἐν τῷ ὄρει ἀπὸ τῶν πρὸς τὸν Ἰησοῦν λόγων ὑποφαίνεται· ἅπερ γὰρ τούτῳ νῦν, ταῦτα καὶ Μωσεῖ ὁμοίως ἀρχομένῳ τῆς θεωρίας πρὸς τοῦ Κυρίου διὰ τοῦ ἀγγέλου εἴρηται κατὰ τὸ,
λύσαι τὸ ὑπόδημα ἐκ τῶν ποδῶν σου
, καὶ τὰ ἑξῆς. Πολυώνυμος δέ τις ὑπάρχων ὁ Χριστὸς τοῦ Θεοῦ, νῦν
ἀρχιστράτηγος δυνάμεως Κυρίου
χρηματίζει· ὡς καὶ ἐν Ἡσαίᾳ,
Μεγάλης βουλῆς ἄγγελος· ἐν τῷ, καὶ θελήσουσιν εἰ ἐγένοντο πυρίκαυστοι· Ὅτι παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ, καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ, Μεγάλης βουλῆς ἄγγελος.Es. 9, 5.
Εὕροις δ’ ἂν καὶ ἐν τῷ Μαλαχίᾳ
ἄγγελον διαθήκηςMal. 3, 1.
αὐτὸν ὀνομαζόμενον, ἔνθα λέγεται,
Καὶ ἐξαίφνης ἥξεῖ εἰς τὸν ναὸν αὐτοῦ Κύριος, ὃν ὑμεῖς ζητεῖτε, καὶ ὁ ἄγγελος τῆς διαθήκης, ὃν ὑμεῖς θέλετε.

Κύριος ἀνέβη εἰς οὐρανοὺς, καὶ ἐβρόντησεν· αὐτὸς χρινεῖ ἄκρα γῆς, καὶ δώσει ἰσχὺν τοῖς βασιλεῦσιν ἡμῶν, καὶ ὑψώσει κέρας χριστοῦ αὐτοῦ.1 Reg. 2, 10.
Ὁ καταβὰς ἐκ τῶν οὐρανῶν Κύριος ὁ τοῦ Θεοῦ Λόγος, αὐτὸς πάλιν
ἀναβέβηκεν εἰς οὐρανούς· καὶ ἀναβὰς ἐβρόντησεν τῇ θείῳ ἑαυτοῦ δυνάμει τὸ εὐαγγελικὸν κήρυγμα, ὡς ἐξάκουστον αὐτὸ γενέσθαι ἐν ὅλῳ τῷ κόσμῳ· αὐτὸς δὲ κρινεῖ ἄκρα γῆς καὶ τοὺς μέχρι τούτων οἰκοῦντας, ὡς πᾶσαν εἰληφὼς τὴν κρίσιν παρὰ τοῦ Πατρός· ἀλλὰ καὶ ἔδωκεν ἰσχὺν τοῖς ἑαυτοῦ μὲν μαθηταῖς ἀποστόλοις τε καὶ προφήταις, ἡμῶν δὲ βασιλεῦσι, καὶ ὕψωσε τὸ κέρας τοῦ χριστοῦ αὐτοῦ, ἤτοι τοῦ λαοῦ, μετοχῇ τοῦ χριστοῦ οὕτως ὀνομαζομένου, ἢ οὗ ἀνείληφεν ἀνθρωπίνου, οὗ κέρας ἦν ἡ θεότης ὑψωθεῖσα κατὰ τὸν ἱερὸν ἀπόστολον· καὶ ἐν ὀγδοηκοστῷ δὲ ὀγδόῳ Ψαλμῷ σαφῶς τὸ παραπλήσιον τῷ ἐνθάδε περὶ τοῦ Χριστοῦ ὁ Θεός φησιν,
Καὶ ἐν τῷ ὀνόματί μου ὑψωθήσεται τὸ κέρας αὐτοῦ.Ps. 88, 24.

Καὶ ἦλθεν ἄνθρωπος Θεοῦ πρὸς Ἠλεῖ, καὶ εἶπεν, Τάδε λέγει Κύριος Κύριος·1 Reg. 2, 27.
καὶ ἐν τοῖς ἑξῆς·
καὶ ἀναστήσω ἐμαυτῷ ἱερέα πιστὸν, ὃς πάντα τὰ ἐν τῇ καρδίᾳ μου καὶ τὰ ἐν τῇ ψυχῆ μου ποιήσει· καὶ οἰκοδομήσω αὐτῷ οἶκον πιστὸν, καὶ διελεύσεται ἐνώπιον χριστοῦ μου πάσας τὰς ἡμέρας· καὶ ἔσται πᾶς ὁ περισσεύων ἐν οἴκῳ ἤξει προσκυνῶν αὐτῷ ὀβολοῦ ἀργυρίου, καὶ ἐν ἄρτῳ ἑνὶ, λέγων, Παράριψόν με ἐπὶ μίαν τῶν ἱερατείων σου φαγεῖν ἄρτον.1 Reg. 2, 35.
Οὐδεὶς ἄλλος ἢ μόνος ὁ κατὰ τὴν τάξιν Μελχισεδὲκ ἱερεὺς τοῦ Θεοῦ τοῦ ὑψίστου Ἰησοῦς Χριστὸς ὁ Σωτὴρ ἡμῶν, ὃν
ἔχομεν ἀρχιερέα μέγανHeb. 4, 14.
, κατὰ τὸν ἀπόστολον,
διεληλυθότα τοὺς οὐρανοὺς
, πάντα τὰ ἐν τῇ καρδίᾳ τοῦ Πατρὸς πεποίηκεν
ὑπήκοος αὐτῷ γενέσθαι
μέχρι καὶ θανάτουPhil. 2, 8.
· ὅθεν καὶ ἀναστήσας αὐτὸν ὁ Πατὴρ, οἰκοδόμησεν αὐτῷ οἶκον πιστὸν, τὴν ἐκ λογικῶν καὶ ζώντων καὶ πιστῶν. ὡς ἀληθῶς λιθῶν συνεστῶσαν[*](1 Pet. 2, 5.) ἐκκλησίαν· τούτῳ δὲ καὶ ἔρχονται προσκυνεῖν οἱ πιστεύσαντες εἰς αὐτὸν, ὀβολοῦ ἀργυρίου μὴ ἀποστρεφομένου(όμενοι), μήτε σωματικῶς τὴν τὸν κοδράντην[*](Marc. 12, 42.) εἰς τὴν τῶν δεομένων ἐπικουρίαν συνεισφέρουσαν χήραν, μήτε μὴν κατὰ διάνοιαν τὴν ἐπὶ μόνην (ῃ) τῇ πίστει ἐρηρεισμένην ψυχὴν, ἢ τὴν κατὰ δύναμιν τῶν νοητῶν αὐτῆς ὑπαρχόντων συνεισφέρουσαν τὰ εἰς τὴν τῶν λοιπῶν οἰκοδομήν τε καὶ ὠφέλειαν συμβαλλόμενα· τὰ γ’ οὖν
μωρὰ τοῦ κόσμου ἐξελέξατο1 Cor. 1, 27.
καὶ τὰ ἀσθενῆ καὶ πτωχὰ,
καὶ τὰ ἐξουθενημένα, καὶ τὰ μὴ ὄντα
μὴ ὑπερφρονῶν, μὴ δὲ τὰς τοιάσδε ψυχάς· ἀλλ’ οἷα φιλάνθρωπος Θεοῦ Λόγος καὶ ταύτας ἀποδεχόμενος τῆς προθυμίας, ἃς καὶ κρίσει θείᾳ κατὰ τὴν ἀξίαν ἐν διαφόροις μοναῖς τῶν ἱερατείων αὐτοῦ κατατάσσει, τοῦ παρ’ ἑαυτοῦ ἄρτου τῆς ἀϊδίου ζωῆς καταξιῶν αὐτάς. Τὸ δὲ
καὶ διελεύσεται ἐνώπιον χριστοῦ μου πάσας τὰς ἡμέρας1 Reg. 2, 37.
, περὶ τῶν ἀγίων τῶν ἐν τῇ ἐκκλησίᾳ εἴρηται, Χριστῶν καὶ αὐτῶν προσαγορευομένων, κατὰ τὸ,
μὴ ἄψησθε τῶν χριστῶν μοῦPs. 104, 15.
· τούτοις γὰρ πρὸς τοῦ Σωτῆρος ἐλέγετο καὶ ἐν τῷ εὐαγγελίῳ,
Ἰδοὺ, ἐγὼ μεθ’ ὑμῶν εἰμὶ πάσας τὰς ἡμέρας, ἕως τῆς συντελείας τοῦ αἰῶνος.Matth. 28, 20.
Πλείονος δὲ σαφηνείας δεομένων τῶν τόπων, τούτοις ὡς οἷόν τε ἦν διὰ βραχέων εἰρημένοις ἀρκεσθησόμεθα.

Καὶ ἔσται ἐὰν πληρωθῶσιν αἱ ἡμέραι σου, καὶ κοιμηθήσῃ μετὰ τῶν πατέρων σου, καὶ ἀναστήσω τὸ σπέρμα σου μετὰ σὲ, ὃς ἔσται ἐκ τῆς κοιλίας σου, καὶ ἑτοιμάσω τὴν βασιλείαν αὐτοῦ. Αὐτὸς οἰκοδομήσει μοι οἶκον τῷ ὀνόματί μου, καὶ ἀνορθώσω τὸν θρόνον αὐτοῦ ἕως εἰς τὸν αἰῶνα. Ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα, καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν. Καὶ ἂν ἔλθῃ ἀδικία αὐτοῦ, καὶ ἐλέγξω αὐτὸν ἐν ῥάβδῳ ἀνδρῶν, καὶ ἐν ἁφαῖς υἱῶν ἀνθρώπων· Τὸ δὲ ἔλεός μου οὐ μὴ ἀποστήσω ἀπ’ αὐτῶν, καθὼς ἀπέστησα ἀφ’ ὦν ἀπέστησα ἐκ προσώπου μου. Καὶ πιστωθήσεται ὁ οἶκος αὐτοῦ, καὶ ἡ βασιλεία αὐτοῦ ἕως αἰῶνος ἐνώπιόν μου· καὶ ὁ θρόνος αὐτοῦ ἔσται ἀνωρθωμένος εἰς τὸν αἰῶνα.2 Reg. 7, 12 Ps. 88.
Τούτοις τὰ παραπλήσια καὶ ἐν ὀγδοηκοστῷ ὀγδόῳ εἴρηται ψαλμῷ· ἦν δ’ ἂν Ἰουδαίοις ἄξιον ἀπορῆσαι κατὰ τοὺς τόπους, διὰ τίνα ἆρα αἰτίαν φήσοισιν τὸν Θεὸν, ἤτοι τὸν Δαυὶδ, ἢ τὸν ἐξ αὐτοῦ βασιλεύσαντα Σολομῶνα· περὶ οὗ, ὡς εἰκὸς, ὑπολήψονται λέγειν τὴν προφητείαν υἱὸν πρωτότοκον θήσειν ἐπαγγέλλεσθαι, ἐν μὲν τῷ ψαλμῷ εἰρηκότα,
Αὐτὸς ἐπικαλέσεταί με, Πατήρ μου εἶ σὺ, Θεός μου καὶ ἀντιλήπτωρ τῆς σωτηρίας μου. Κἀγὼ πρωτότοκον θήσομαι αὐτὸν, ὑψηλὸν παρὰ τοῖς βασιλεῦσι τῆς γῆςPs. 88, 26.
· ἐν δὲ τῷ μετὰ χεῖρας κεφαλαίῳ,
ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα, καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν.
Καὶ μὴν κατ’ οὐδὲν διενηνοχέναι τῶν λοιπῶν προφητῶν φήσειέ τις τὸν Δαυὶδ, ὃς καὶ ἐξομολογεῖσθαι
διὰ τὴν τοῦ Οὐρίου ἐδεῖτο λέγων,
σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα·
ἢ τὸν Σολομῶνα, ὃν καὶ ἐκκλῖναι ἀπὸ τοῦ Θεοῦ καὶ εἰδώλοις διὰ γυναικῶν ἐπιθυμίας προσκεκινηκέναι ἡ ψιλὴ διδάσκει τῆς γραφῆς ἱστορία· πῶς δὲ τοῦ Δαυὶδ ἢ τοῦ Σολομῶνος
ἡ βασιλεία ἕως αἰῶνος ἐνώπιόν
ἔστη τοῦ Θεοῦ, καὶ
ὁ θρόνος ἀνωρθωμένος εἰς τὸν αἰῶνα
κατὰ τὴν φάσκουσαν ἐνταῦθα προφητείαν, καὶ κατὰ τὴν ἐν τῷ Ψαλμῷ ὧδέ πως περιέχουσαν,
ὤμοσα Δαυὶδ τῷ δούλῳ μου. Ἕως τοῦ αἰῶνος ἑτοιμάσω τὸ σπέρμα σουPs. 88, 3.
, καὶ οἰκοδομήσω εἰς γενεὰν καὶ γενεὰν τὸν θρόνον σου· καὶ μεθ’ ἕτερα φάσκουσαν,
Ἅπαξ ὤμοσα ἐν τῷ ἁγίῳ μου, εἰ τῷ Δαυὶδ ψεύσομαι. Τὸ σπέρμα αὐτοῦ εἰς τὸν αἰῶνα μενεῖ, καὶ ὁ θρόνος αὐτοῦ ὡς ὁ ἥλιος ἐναντίον μου.Ps. 88, 35.
Καὶ πάλιν·
Καὶ θήσομαι εἰς τὸν αἰῶνα τοῦ αἰῶνος τὸ σπέρμα αὐτοῦ, καὶ τὸν θρόνον αὐτοῦ ὡς τὰς ἡμέρας τοῦ οὐρανοῦ.Ps. 88, 29.
Τὰ παραπλήσια δ’ ἂν εὕροις καὶ ἐν τῷ Ἱερεμίᾳ, ἔνθα εἴρηται, ὅτι
τάδε λέγει Κύριος· οὐκ ἐξολοθρευθήσεται τῷ Δαυὶδ ἀνὴρ καθήμενος ἐπὶ θρόνου οἴκου Ἰσραήλ· καὶ τοῖς ἱερεῦσι καὶ τοῖς Λευίταις οὐκ ἑξολοθρευθήσεται ἀνὴρ ἐκ προσώπου μου, ἀναφέρων ὁλοκαυτώματα, καὶ θύων θυσίαν καὶ ποιῶν θυμίαμα πάσας τὰς ἡμέρας.Jerem. 33, 17. ed. Compl. Not. ad 40, 13. edd. Bos. Holmes.
Ταῦτα γὰρ εἰ συνεξετάζοι τίς τῇ τε παρούσῃ τῶν Ἰουδαίων καταστάσει καὶ ταῖς κατ’ αὐτοὺς ἱστορίαις ἀπὸ τῆς Ἐζεκίου καὶ Ἰεχονίου βασιλείας, καθ’ οὓς ἡ ἐκ Δαυὶδ περιεγράφη τῶν Ἰουδαίων βασιλεία ἐν τῷ τῆς εἰς Βαβυλῶνα αἰχμαλωσίας καιρῷ, μεθ’ ὃν οὐδαμῶς ἤρχθησαν ἢ ἐβασιλεύθησαν ὑπὸ τῶν ἐκ Δαυὶδ καταγόντων τὸ γένος εἰς ἔτι, ὅτι μηδαμῶς ἁρμόζει ἤτοι
τῷ Δαυὶδ ἢ καὶ τῷ Σολομῶνι τὰ λελεγμένα, ὡς ἐξ ἀνάγκης ἃ μὴ θέμις ψευδῆ διελέγχεσθαι συμβαίνειν τὴν μεθ’ ὅρκων τοῦ Θεοῦ πρόρρησιν· εἴ γε μὴν ἀναφέροιμεν τὸ λεγόμενον τοῦ Δαυὶδ σπέρμα ἐπὶ τὸν ἐξ αὐτοῦ κατὰ σάρκα γενόμενον Χριστὸν, σαφὲς πῶς εἰς τὸν αἰῶνα τοῦτο τὸ σπέρμα, τοῦτ’ ἔστιν ὁ Χριστὸς, διαμενεῖ, καὶ πῶς ὁ θρόνος αὐτοῦ καὶ ἡ πνευματικὴ βασιλεία ἕως αἰῶνος ἐνώπιον ὑπάρχει τοῦ Πατρὸς, ἀνορθούμενος ὑπ’ αὐτοῦ καὶ ἀνοικοδομούμενος κατὰ γενεὰν καὶ γενεὰν ἐν ταῖς τῶν πιστευόντων ἐπ’ αὐτὸν ψυχαῖς. Τούτου δὲ τοῦ ἀποδεδομένου ἡμῖν σπέρματος Δαυὶδ διαμενεῖ ὁ θρόνος, ὡς ὁ τῆς δικαιοσύνης ἥλιος ἐναντίον τοῦ Πατρὸς, καὶ ὡς αἱ ἡμέραι τοῦ οὐρανοῦ· διὸ πρὸς αὐτὸν ὑπὸ τοῦ ἁγίου Πνεύματος ἐν ἑτέρῳ Ψαλμῷ λέλεκται· Ὁ
θρόνος σου ὁ Θεὸς εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου. Ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀνομίαν, διὰ τοῦτο ἔχρισέν σε ὁ Θεὸς ὁ Θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου.Ps. 44, 6.
Ὁ Χριστὸς δὲ καὶ οἶκον τὴν ἐκκλησίαν οἰκοδόμησε τῷ Πατρὶ ἐκ λίθων ζώντων καὶ νοερῶν, ἁγίων καὶ ἐναρέτων ψυχῶν, ναὸν ἐγείρας πολὺ κρείττονα καὶ διαφέροντα τῆς ὑπὸ Σολομῶνος προσκαίρου καὶ μηκέθ’ ὑπαρχούσης οἰκοδομῆς. Τούτῳ δὲ καὶ ὁ ἀπόστολος μαρτυρεῖ προσήκειν τὴν,
Ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα καὶ αὐτὸς ἔσται μοι εἰς υἱὸν,
φωνὴν, ἐντεῦθεν αὐτὴν εἰληφὼς ἐν τῇ πρὸς Ἑβραίους συντάξει, ἔνθα φησίν·
τίνι γὰρ εἶπεν ποτὲ τῶν ἀγγέλων, Υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε· καὶ πάλιν, Ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα, καὶ αὐτὸς ἔσται μοι
εἰς υἱόν.Heb. 1, 5.
Τὰ δ’ ἀπὸ τοῦ,
καὶ ἂν ἔλθῃ ἀδικία αὐτοῦ καὶ ἑλέγξω αὐτὸν ἐν ῥάβδῳ ἀνδρῶνCol. 1, 24.
, περὶ τοῦ εἰς Χριστὸν πιστεύσαντος λαοῦ εἴρηται· ἐπεὶ καὶ σῶμα Χριστοῦ ἡ ἐκκλησία αὐτοῦ χρηματίζει, κατὰ τὸν ἀπόστολον. Ὅτι δὲ περὶ τῶν πεπιστευκότων εἰς αὐτὸν τὰ τῆς ἐπισκοπῆς εἴρηται, ἐπίστησον ἐπιμελῶς λελεγμένῳ πληθυντικῶς τῷ,
τὸ δὲ ἔλεός μου οὐκ ἀποστήσω ἀπ’ αὐτῶν
· σαφῶς καὶ ἐν τῷ ψαλμῷ τὰ παραπλησία τοῖς ἐνθάδε περὶ τῶν υἱῶν εἴρηται τοῦ προφητευομένου, ἐν τῷ
καὶ ἐὰν ἐγκαταλείπωσιν οἱ υἱοὶ αὐτοῦ τὸν νόμον μου καὶ τοῖς κρίνασίν μου μὴ πορευθῶσιν, ἐὰν τὰ δικαιώματά μου βεβηλώσωσι, καὶ τὰς ἐντολάς μου μὴ φυλάξωσιν, ἐπισκέψομαι ἐν ῥάβδῳ τὰς ἀνομίας αὐτῶν, καὶ ἐν μάστιξι τὰς ἀδικίας αὐτῶν· τὸ δὲ ἔλεός μου οὐ μὴ διασκεδάσω ἀπ’ αὐτῶν.Ps. 88, 30.
Ὅρα δὲ πῶς
ῥάβδους ἀνδρῶν καὶ ἀφὰς υἱῶν ἀνθρώπων
τοὺς κατὰ καιρὸν ὠνόμασεν ὁ λόγος διωγμούς· πλὴν πολλαὶ τοῦ Θεοῦ αἱ παρακλήσεις, καὶ αἱ διὰ τῶν γραφῶν παραμυθίαι, μὴ ἀπαυδᾶν ἡμῖν ἐπιτρέπουσαι ἐπὶ τοῖς καθ’ ἡμῶν ἐνεργουμένοις κατὰ καιροὺς διωγμοῖς· ὡς γὰρ ἐπισκέψεσθαι διὰ ῥάβδου τὸν τοῦ Χριστοῦ προεῖπε λαὸν ἁμαρτόντα, οὕτως καὶ τὸ μὴ ἀποστήσειν αὐτοῦ τὸ ἔλεος προϋπέσχηται εἰπὼν,
τὸ δὲ ἔλεός μου οὐ μὴ ἀποστήσω ἀπ’ αὐτῶν, καθὼς ἀπέστησα ἀφ’ ὧν ἀπέστησα·
ζητήσει δ’ ἐπί τινας ἦν πρὸ τοῦ ἐξ ἐθνῶν λαοῦ τὸ τοῦ Θεοῦ ἔλεος, ὅπερ παντελῶς ἀπ’ αὐτῶν ἀπέστησας· οὗ τὸ ὅμοιον ποιήσειν ὑπισχνεῖται κατὰ τὸν τοῦ Χριστοῦ λαόν.