Constantini imperatoris oratio ad coetum sanctorum

Eusebius of Caesarea

Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.

Εγὼ γὲν τῆς εὐτυχίας τῆς ἐμαυτοῦ καὶ τῶν ἐμῶν πάντων Αἰτιῶμαι τὴν σὴν εὐμένειαν. Μαρτυρεῖ δὲ καὶ ἡ ἔκβασις τῶν κατ’ εὐχὰς ἁπάντων, ἀνδραγαθίαι, νῖκαι, κατὰ τῶν πλεμίων τρόπαια, [*](6—9: Verg. Ecl. IV, 60—63.) [*](6 μειδιόωσαν ὁρῶν Val., μειδιᾶν ὡς ἂν ὁρῶν V, μειδιόων ὡς ἃν ὁρῶν JM, Μειδιόων ἀνορᾶν Ε | τὴν < J | 8 ἐφημερίῳ γ’ HKl, ἐφημερίως VJ, ἐφεμερίως Μ, ἐφημέριοι Ε | 10 ὁ μὲν γὰρ αὐτοῦ πατὴρ θεὸς vermutete Val. | 15 καὶ ὀχλοχαρῆ — 17 ἀλαζονεύονται < JME, E am Rande: λείπει τι | 18 τε J, γε VME | 20 ὑπάρ- Χουσα Ε, dann λείπει | 21 ὁσιότητος J, ὁσιωτάτης VME | 22 προσκυνπωσι V | 23 ἰσθέντες Val., δεηθέντες HSS | 24 ἀποστρέφονται V | 25 οἶδεν < J | 26 κρεῖτ- Τον JME | 27 κτῆμα] κτίσμα vermutet Val. | 29 δὴν < JME | εὐμένειαν Hkl, Vgl. 192, 1, εὐγένειαν HSS.)

v.1.p.188.
σύνοιδεν δὲ καὶ μετ´ εὐφημίας ἐπαινεῖ καὶ ἡ μεγάλη πόλις, βούλεται δὲ καὶ ὁ δῆμος τῆς φιλτάτης πόλεως, εἰ καὶ πρὸς ταῖς σφαλεραῖς ἐλπίσιν ἐξαπατηθεὶς ἀνάξιον ἑαυτῆς προείλετο προστάτην, ὃς παραχρῆμα ἑάλω προσηκόντως τε καὶ ἀξίως τοῖς ἑαυτῷ τετολμημένοις, ὧν οὐ θέμις ἀπομνημονεῦσαι, μάλιστα ἐμοὶ τῷ διαλεγομένῳ πρὸς σὲ καὶ πᾶσαν ἐπιμέλειαν ποιουμένῳ, πῶς ἂν ἁγναῖς καὶ εὐφήμοις διαλέξεσι προσείποιμί σε.

ἐρῶ δέ τι ἴσως οὐκ ἄσχημον οὐδὲ ἀπρεπές. ὑπερβάλλων μέντοι μανίᾳ καὶ ὠμότητι προκεκήρυκτό σοί ποτε, ὦ θεοσέβεια, καὶ πάσαις ταῖς ἁγιωτάταις σου ἐκκληςίαις ὑπὸ τυράννων πόλεμος ἄσπονδος, καὶ οὐκ ἐπέλειψάν τινες τῶν ἐν τῇ Ῥώμῃ τηλικούτοις ἐπιχαίροντες δημοςίοις κακοῖς, παρεσκεύαστο δὲ καὶ πεδίον τῇ μάχῃ. σὺ δὲ προσελθοῦσα ἐπέδωκας σεαυτὴν ἐπερειδομένη τῇ πρὸς θεὸν πίστει· θνητὼν δὲ δυσσεβῶν ὠμότης δίκην πυρὸς ἀκαταπαύστως ἐπινεμησαμένη θαυμαστὴν καὶ διὰ παντὸς ἀοἰδιμον εὐδοξίαν προσῆψέ σοι· σέβας γὰρ διὰ ταῦτα εἶχε τοὺς θεωμένους,

τοὺς μὲν αὐτοὺς οὖν δημίους καὶ στρεβλοῦντας τὰ τῶν εὐσεβῶν σώματα κάμνοντας καὶ δυσπετοῦντας πρὸς τὰ δεινά, παρειμένους δὲ τοὺς δεσμοὺς καὶ τάς γε βασάνους αὐτὰς ἐκλύτους καὶ τὰς προσφερομένας καύσεις ἀμαυρουμένας, τῶν δὲ ὀπαδῶν τοῦ θεοῦ δυστρέπτων μὲν τὴν πρὸς τοὺς πόνους στερρότητα καὶ οὐδὲ πρὸς ὀλίγον ὀκλαζόντων τὴν παρρηςίαν.

τί οὖν ταῦτα τολμῶν ὤνησας, ὦ δυσσεβέστατε; τί δὲ τὸ αἴτιον τῆς ἐκστάσεως τῶν φρενῶν; ἐρεῖς ὅτι διὰ τὴν πρὸς τοὺς θεοὺς τιμήν· τίνας τούτους; ἢ ποίαν τινὰ ἀξίαν τῆς θείας φύσεως λαμβάνεις ἔννοιαν; ὀργίλους ἡγῇ κατὰ σὲ τοὺς θεοὺς εἶναι; εἰ δ´ οὖν ἦσαν τοιοῦτοι, ἐχρῆν θαυμάζειν αὐτῶν τὴν Προαίρεσιν, οὐ πειλθαρχεῖν τοῖς ἀναιδέσι προστάγμασι, δικαίων ἀνδρῶν σφαγὰς ἀδίκως ἐπαράντων.

ἐρεῖς ἴσως διὰ τὰ ὑπὸ τῶν προγόνων νομισθέντα καὶ τὴν τῶν ἀνθρώπων ὑπόληψιν· συγχωρῶ. καὶ γάρ ἐστι παραπλήσια τοῖς δρωμένοις τὰ νομιζόμενα μιᾶς τε καὶ τῆς αὐτῆς ἀφρπσύνης· ᾠήθης ἴσως εἶναι τινὰ δύναμιν ἐξαίρετον ἐν τοῖς ὑπὸ τεκτόνων καὶ δημιουργῶν ἐσκευασμένοις ἀνθρωπομόρφοις· τοιγάρτοι περιεῖπες αὐτὰ πᾶσαν ποιούμενος ἐπιμέλειαν, ὅπως μή ποτε ῥυπωθεῖεν, μεγίστων καὶ ἐξαιρέτων θεῶν ἀνθρωπίνης δεομένων ἐπιμελείας

[*](1 μεγαλόπολις JME | 2 πρὸς HSS, πρότερον Hkl | 8 ὑπερβάλλον V | προκ. σοί Ποτε <JME | 11 ἐπιχαίρουσι JME | 12 δὲ JME, δὴ V | προσελθοῦσα V, προελθοῦσα JME | σεαυτὴν V, ἑαυτὴν JME | ἐπερειδομένους Μ, ἐπερηδομένην Ε | 13 δὲ < Ε | θνητῶν δὲ HSS, εἶθ´ ἡ τῶν V al. | 14 ἀκαταπαύστως Hkl, ἀκατάπαυστος HSS | 16 τοὺς μὲν αὐτοὺς Wil., τοὺς αὐτοὺς μὲν HSS | οὖν < Hkl | 19 τῶν δὲ ὀπαδῶν — Στερρότητα < JME | 20 μὲν < Hkl | 20 u. 21 δύστρεπτον u. ὀκλάζουσαν Wil. — (sehr wahrsch.) | 21 ὀλίγων V | 23 τὴν πρὸς ~ V | 24 Wortfolge τῆς θείας φύσεως ἀξίαν JME | 26 οὐ Hkl, εἰ V, ἢ JM | 27 ἐπάρασιν? Hkl 32 αὐτὰ V, ταῦτα JME.)
v.1.p.189.