Constantini imperatoris oratio ad coetum sanctorum

Eusebius of Caesarea

Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.

τί δὴ μετὰ ταῦτα ὁ ποιη- τὴς λέγει;

  • Ἀλλ’ ὅταν ἠνορέης ὥρη καὶ καρπὸς ἵκηται,
  • (τουτέστιν, ἐπειδὰν ἀνδρωθεὶς τὰ περιέχοντα τὸν βίον τῶν ἀνθρώ- Πων ῥιζόθεν ἐξέλῃ τήν τε ξύμπασαν γῆς εἰρήνῃ κατακοσμήσῃ,) [*](1, 3: Verg. Ecl. IV, 29—30. — 7—12: Verg. Ecl IV, 31—36. — 25: Verg. Ecl IV, 37.) [*](1 ἤλδανε VME )intransitiv=, ἤνδανε J | 3 δ’ ἐκ V, δὲ JME |ῥέει V | 4 ἡλιθιό- Τητα VM | 5 τοὺς < JME | ἀσκοῦντας Val., ἀκούοντας HSS | 19 τὸν δὲ Ἀχιλ- Λέα V, <JME, μὲν (statt δὲ) HKl.)
    v.1.p.186.
  • Οὐχ ὅσιον ναύτῃσιν ἁλιτρύτοισιν ἀλᾶσθαι,
  • Φυομένων ἄμυδις γαίης ἄπο πίονι μέτρῳ,
  • Αὐτὴ δ’ ἄσπαρτος καὶ ἀνήροτος · οὐδὲ μὲν ἀκμὴν
  • Ὀτραλέου δρεπάνοιο ποθηςέμεν ἄμπελον οἶμαι.
  • Οὐδ’ ἐρίου δεύοιτο βροτὸς πόκον, αὐτόματος δὲ
  • Ἀρνειὸς Τυρίῃσι περιπρέφει λίβάλεσσι,
  • Σάνδυκι πορφυρέῳ λάχνην ῥυπόεσσαν ἀμέίβων.
  • Ἀλλ’ ἄγε τιμῆεν σκῆπτρον βασιλήϊδος ἀρχῆς
  • Δεξιτερῆς ἀπὸ πατρὸς ἐριβρεμέταο δέδεξο.
  • Κόσμου κητώεντος ὁρῶν εὔπηκτα θέμεθλα,
  • Χαρμοςύνην γαίης τε καὶ οὐρανοῦ ἠδὲ θαλάσσης,
  • Γηθόσυόν τ’ αἰῶνος ἀπειρεςίου λάσιον κῆρ.
  • Εἴθε με γηραλέον δώῃ πότε νήδυμος ἰσχὺς
  • Σὴν ἀρετὴν κελαδεῖν, ἐφ’ ὅσον δύναμίς γε παρείη·
  • Οὐκ ἄν μ’ ἐκπλήξειεν ὁ Θρᾳκῶν δῖος ἀοιδός,
  • Οὐ Λίνος, οὐ Πὰν αὐτός, ὃν Ἀρκαδίη τέκετο χθών·
  • Ἀλλ’ οὐδ’ αὐτὸς ὁ Πὰν ἀνθέξεται εἵνεκα νίκης.
  • Κόσμου κητώεντος ὅρα, φηςί, καὶ τῶν στοιχείων ἁπάντων χαράν.

    Ταῦτα δόξειεν ἄν τις τῶν οὐκ εὖ φρονούντων περὶ γενεᾶς ἀνθρώπου λέγεσθαι. Παιδὸς δὲ τεχθέντος ἀνθρώπου, ποῖον δὴ ἔχει Λόγον γῆν ἄσπαρτον καὶ ἀνήροτον καὶ τήν γε ἄμπελον μὴ ἐπιποθεῖν Τὴν δρεπάνου ἀκμὴν μηδὲ τὴν ἄλλην ἐπιμέλειαν; Πῶς ἂν νογθείη Λεχθὲν ἐπὶ γενεᾶς ἀνθρωπίνης; ἡ γάρ τοι φύσις θείας ἐστὶ προσ- Τάξεως διάκονος, οὐκ ἀνθρωπίνης κελεύσεως ἐργάτις. ἀλλὰ καὶ στοιχείων χαρὰ θεοῦ κάθοδον, οὐκ ἀνθρώπου τινὸς χαρακτηρίζει Κύησιν, τό τε εὔχεσθαι τὸν ποιητὴν τοῦ βίου τέλος αὐτῷ μηκύνεσθαι Θείας ἐπικλήσεως σύμβολον· παρὰ θεοῦ γὰρ τὸν βίον καὶ τὸ σώζεσθαι [*](1—17: Verg. Ecl. IV, 38—45 u. 48—59.) [*](1 οὐχ < E | ὅσιον ναύτησι V, ὁσίοι αὐτοῖσιν JM, < E | ἀλιτρίτοισιν V, ἀλιτροτάτοισιν JME, ἁλιτρύτοις Maittaire | 2 πῖον V | πίονι μέτρῳ] πίονος ἐρνῶν? HKl | 3 αὐτὴ VE, αὐτὴς ΜJ | οὐδὲ μὲν ἀκμὴν Val, vgl. Z. 22 οὐδὲ μὲν ἀνῆ V, οὐδὲ μενοινῆ J, οὐδεμενανη, aber οινῆ über ανη Μ, οὐδὲ ἄμην Ε | 5 ob δεύοι γε? HKl | πόκων, ον über der Zeile, M | 6 τυρίησι V, τυρίοισι JE, τηρίοισι Μ | περιπρέψει V, παραπρέψει Μ, παρατρέψει JE | λιβάδεσσιν JME | 7 λαχάνην J | 8 σκῆπτον V, | 10 ὁρᾶν JME | 12 ἀπηρεςίου V | 13 γηραλεῖον V | δώῃ ποτέ (?) Wil., Ζῶντα τε V, ζῶντα τ’ ἔχε JME | ἰχθῦς, χ auf Ras., V | 15 μ’ ἀκπλήξειεν wil., Με πλήξειεν HSS | θρακῶς V | 18 κόσμου κητ. < Ε | ὅρα — χαρὰν gehört zum Folgenden Cap. In V | 19 οὐκ < V | 20 δὴ Val., δὲ HSS | 21 nach γῆν + δ’ V | 22 νοηθῆ JM | 23 ἡ γάρτοι J, ἥ τοι γάρτοι VME | προστάξεως JE, προστάξεος M, πρόξενος V | 26 τὸ τέλος JME | 27 θεοῦ γὰρ ~ JME.)

    v.1.p.187.
    ἀξιοῦν εἰθίσμεθα, οὐ πρὸς ἀνθρώπου.

    ἡ γοῦν Ἐρυθραία πρὸς τὸν θεόν· τί δή μοι, φηςίν, ὦ δέσποτα, τὴν τῆς μαντείας ἐπισκήπτεις ἀνάγκην, καὶ οὐχὶ μᾶλλον ἀπὸ τῆς γὴς μετέωρον ἀρθεῖσαν διαφυ- λάττεις ἄχρι τῆς μακαριωτάτης σῆς ἐλεύσεως ἠμέρας; ὁ δὲ Μάρων πρὸς τοῖς εἰρημένοις ἐπιφέρει καὶ τάδε·

  • Ἄρχεο μειδιόωσαν ὁρῶν τὴν μήτέρα κεδνὴν
  • Γνωρίζειν· ἡ γάρ σε φέρεν πολλοὺς λυκάβαντας.
  • Σοὶ δὲ γονεῖς οὐ πάμπαν ἐφημερίῳ γ΄ ἐγέλασσαν,
  • Οὐδ’ ἥψω λεχέων, οὐδ΄ ἔγνως δαῖτα δάλειαν.
  • πῶς γὰρ ἂν πρὸς τοῦτον οἱ γονεῖς ἐμειδίασαν; ὁ μὲν γὰρ αὐτπῶν Θεός, ἄποιος δύναμις, καὶ ἀσχημάτιστος μέν, ἐν περιγραφῇ δὲ ἄλλων, Οὐκ ἀνθρωπίνου δὲ σώματος. Λέκτρων δὲ ἄπειρον τίς οὐκ οἶδεν ὂν Τὸ ἅγιον πνεῦμα; Ποία δὲ ἐπιθυμία ἄφεςίς τε ἐν τῇ τοῦ ἀγαθοῦ Διαθέσει, οὗ πάντα ἐφίενται; Τί δ’ ὅλως κοινὸν σοφίᾳ τε καὶ ἠδονῇ; ἀλλὰ ταῦτα ἐφείσθω λέγειν τοῖς ἀνθρωπίνην τινὰ καὶ ἀχλοχαρῆ Παιδείαν μετερχομένοις, παιδείας δὲ θείας ἀπείροις· οἱ μὲν γὰρ ἐπι- Δείξεως καὶ δόξης ἕνεκα ἀλαζονεύονται, οἱ δὲ τὴν ψυχὴν αὐτῶν κα- Θαρεύειν ἀπὸ παντὸς κακοῦ ἔργου τε καὶ ῥήματος παρασκευάζουσιν.

    ἐπικαλοῦμαι δὲ δὲ αὐτὴν σύμμαχον τοῖς λεγομένοις, ὦ θεοςέβεια, ἁγνόν τινα νόμον ὑπάρχουσαν, πάντων τε ἀγαθῶν εὐκταιοτάτην ἐλπίδα, ὁσιότητος διδάσκαλον, ἀθαναςίας ὑπάσχεσιν ἀκίβδηλον· δὲ μέν, εὐσέβεια καὶ φιλανθρωπία, προσκυνῶ, σαῖς δὲ θεραπείαις χάριν ἀΐδιον ὀφείλομεν οἱ ἰαθέντες. ὁ δὲ ἄπειρος ὄχλος τῆς σῆς ἐπι- κουρίας διὰ τὴν ἔμφυτον πρὸς σὲ ἀπέχθειαν καὶ τὸν θεὸν ἀπο- στρέφεται, οὐδὲ οἶδεν τὴν αἰτίαν ὅλως τοῦ ζῆν καὶ εἶναι, αὐτόν τε Καὶ τοὺς λοιποὺς δυσσεβεῖς ἐκ τοῦ πρὸς τὸ κρεῖσσον καθήκοντος ἠρτῆσθαι· πᾶς γὰρ ὁ κόσμος ἐκείνου κτῆμα καὶ ὅσα ἐστὶν ἐν κόσμῳ.