Vita Constantini

Eusebius of Caesarea

Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.

[*](Cod. V ξϛ'.) „Τοιγάρτοι ἐπειδὴ τὸν ἄλεθρον τοῦτον τῆς ὑμετέρας ἐξωλείας ἐπὶ πλεῖον φέρειν οὔκ ἐστιν οἷόν τε, διὰ τοῦ νόμου τούτου προαγορεύομεν, μή τις ὑμῶν συνάγειν ἐκ τοῦ λοιποῦ τολμήσῃ. διὸ καὶ πάντας ὑμῶν τοὺς οἴκους, ἐν οἷς τὰ συνέδρια ταῦτα πληροῦτε, ἀφαιρεθῆναι προστετάχαμεν, μέχρι τοσούτου τῆς φροντίδος ταύτης προχωρούσης, ὡς μὴ ἐν τῷ δημοσίῳ μόνον, ἀλλὰ μηδ᾿ ἐν οἰκίᾳ ἰδιωτικῇ ἢ τόποις τιδὶν ἰδιάζουσι τὰ τῆς δειδιδαίμονος ὐμῶν ἀνοίας συστήματα συντρέχειν.

πλὴν ὅπερ ἔστι κάλλιον, ὅσοι τὴς ἀληθινῆς καὶ καθαρᾶς ἐπιμέλεσθε θρησκείας, εἰς τὴν καθολικὴν ἐκκλησίαν ἔλθετε καὶ τῇ ταύτης ἀγότητι κοινωνεῖτε, δἰ ἧς καὶ τῆς ἀληθείας ἐφικέσθαι δυνήσεσθε, κεχωρίσθω δὲ παντελῶς τῆς τῶν ἠμετέρων καιρῶν εὐκληρίας ἡ τῆς διεστραμμένης διδασαλίας ὑμῶν ἀπάτη, λέγω δὲ ἡ τῶν αἱρετικῶν καὶ σχισματικῶν ἐναγής τε καὶ ἐξώλης διχόνοια. πρέπει γὰρ τῇ ἡμετέρᾳ μακαριότητι, ᾗς ἀπολαύομεν σὺν θεῷ, τὸ τοὺς ἐπ᾿ ἐλπίσιν ἀγαθαῖς βιοῦντας ἀπὸ πάσης ἀτάκτου πλάνης εἰς τὴν εὐθεῖαν ὁδόν, ἀπὸ τοῦ σκότους ἐπὶ τὸ φῶς, ἀπὸ ματαιότητος εἰς τὴν ἀλήθειαν, ἀπὸ θ ανάτου πρὸς σωτηρίαν ἄγεσθαι. 3ὑπὲρ δὲ τοῦ τῆς θεραπείας ταύτης καὶ ἀναγκαίαν γενέσθαι τὴν ἰσχὺν προσετάζαμεν, καθὼς προείρηται, ἅπαντα τὰ τῆς δειδιδαιμονίας ὑμῶν συνέδρια, πάντων φημὶ τῶν αἱρετικῶν τοὺςεὐκτηρίους, εἴ γε εὐκτηρίους ὀνομάζειν οἴκους προσήκει, ἀφαιρεθέντας ἀναντρρήτως τῇ κααθολικῇ ἐκκλησίᾳ χωρίς τινος ὑπερθέσεως παραδοθῆναι, τοὺς δὲ πολποὺς τόπους τοῖς δημοσίοις προσκριθῆναι, καὶ μηδεμίαν ὑμῖν εἰς τὸ ἐξῆς τοῦ συνάτγειν εὐμάρειαν περιλειφθῆναι, [*](5 παρενθύμησις Val. | 6 λοιμικῶ, οι auf Ras., J | 8 οὐ < V | ἐπιστρεφίας V, ἐπιστροφίας JA, ἐπιτροφίας M, ἐπιστρεφείας (B?) 9 Τοιγάρτιοι das neue Cap. beg. erst 22 πρέπει in VMB | 11 προσαγορευόμενοι VM | ἐκ < BA, besser | τολμήσει V | 12 πληροῦται V | 13 προστετάχαμεν V, prosetqajamen JMBA | 14 ημδ᾿ ἐν] μηδὲ Α, μὴ ἐν BM | 16 ὅπερ V, ὅσονπερ JMBA | 17 ἐπιμέλεσθε V, ἐπιμελεῖσθαι M | 18 ἐπθατε V |19 ἐφικέσθαι, ε auf Ras., J | 20 διδασκαλίας V, διανοίας JMBA | 21 αἱρ. ε καὶ J | ἐξώλης καὶ ἐναγής J | 22 διχόνοια] διάνοια Α | πρέπει hier beg. ein neues Cap. (ξζ) in VMB | 27ἅπαντα Hkl, ἅπαντας V, ὑπὸ πάντα MBA, ὑπὸ τοῦ πάντα J | 32 συνάγειν VJ, συναγαγεῖν MBA.)

v.1.p.113.
ὅπως ἐκ τῆς ἐνεστώσης ἡμέρας ἐν μηδενὶ τόπῳ μήτε δημοσίῳ μήτ᾿ ἰδιωτικῷ τὰ ἀθέμιτα ὑμῶν συστήματα ἀθροισθῆναι τολμήσῃ. προτεθήτω.“

[*](Cod. V ξή.) Οὕτω μὲν τὰ τῶν ἑτεροδόξων ἐγκρύμματα βασιλικῷ προστάγματι διελύοντο, ἡμαύνοντό τε οἱ θῆρες οἱ τε τῆς τούτων δυσσεβείας ἔξαρχοι. τῶν δ᾿ ὑπὸ τούτων ἡπατημένων οἱ μὲν νόθῳ φρονήματι βασιλικῆς ἀπειλῆς φόβῳ τὴν ἐκκλησίαν ὑπεδύοντο, τὸν καιρὸν κατειρωνευόμενοι ἐπεὶ καὶ διερευνᾶσθαι τῶν ἀνδρῶν τὰς βίβλους διηγόρευεν ὁ νόμος, ἡλίσκοντό τ᾿ ἀπεργμένας κακοτεχνίας μετιόντες, οὗ δὴ χάριν πάντα ἔπραττον εἰρωνείᾳ τὴν σωτηρίαν ποριζόμενοι, οἱ δὲ καὶ σὺν ἀληθεῖ τάχα που λογισμῷ ηὐτομόλουν ἐπὶ τὴν τοῦ κρείττονος ἐλπίδα.

τούτων δὲ τὴν διάκρισιν οἱ τῶν ἐκκλησιῶν πρόεδροι σὺν ἀκριβείᾳ ποιούμενοι, τοὺς μὲν επιπλάστως προσιέναι πειρωμένους μακρὰν εἶργον τῆς τοῦ θεοῦ ποίμνης οἷα λύκους κωδίοις ἐγκρυπτομένους προβάτων, τοὺς δὲ ψυχῇ καθαρᾷ τοτῦτο πράττοντας δοκιμάζοντες χρόνῳ μετὰ τὴν αὐτάρκη διάπειραν τῷ πλήθει τῶν εἰσαγομένων κατέλεγον.